Prosodia Catholica (Herodian)

Passage 1.101
← Index
1.101
No summary yet
* Τὰ εἰς 'ρις' πολυσύλλαβα τῷ 'η' ἢ τῷ 'ω' ἢ τῇ 'ει' διφθόγγῳ παραληγόμενα ὀξύνεται, Φαληρίς, Ἰβηρίς «Ἑλληνίς, οὐκ Ἰβηρίς». Μένανδρος Ἀσπίδι. Καφηρίς, Κασωρίς, θεωρίς, Καβειρίς. τὸ δὲ Ταπόσειρις πόλις Αἰγύπτου πλησίον Ἀλεξανδρείας βαρύνεται. * Τὰ εἰς 'ρις' ὑπὲρ δύο συλλαβὰς διφθόγγῳ τῇ διὰ τοῦ 'υ' παραληγόμενα ἅπαντα ὀξύνεται οἷον Ἐπιδαυρίς, Βαναυρίς. Βαναυρίδες δέ εἰσι νῆσοι Τυρρηνικαὶ ἀπὸ Βαναύρου υἱοῦ Αἴαντος, μολουρίς ἡ σιτοφάγος ἀκρίς, κυνοσουρίς καὶ Κυνοσουρίς, Κυνουρίς. σεσημείωται δὲ τρία λάμπουρις ἡ ἀλώπηξ, Τόμουρις ὄνομα πόλεως καὶ ἵππουρις. Τὰ εἰς 'ρις' ἔχοντα πρὸ τοῦ 'ρ' ἕν τι τῶν ψιλῶν ὀξύνεται, παλαιστρίς, αὐληστρίς, ἐπακτρίς, Ἠλεκτρίς, Ἐρετρίς, Πανακρίς, Ἀντιπατρίς πόλις Ἰουδαίας Ἡρώδου κτίσμα ἐπὶ Αὐγούστου Καίσαρος. τὸ δὲ Ἄμαστρις πόλις Παφλαγονίας ἡ πρότερον Κρῶμνα—ἀπὸ γυναικὸς Περσίδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ. Δημοσθένης δ´ ἐξ Ἀμαζόνος οὕτω λεγομένης—καὶ Νώνακρις πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ—βαρύνεται. * Ἔτι τὰ εἰς 'ρις' ἔχοντα πρὸ τοῦ 'ρ' ἕν τι τῶν μέσων ὀξύνεται, Ἀλεξανδρίς, Ταναγρίς, Καλαβρίς. τὸ δὲ Λίηβρις πόλις Φοινίκων βαρύνεται. Τὰ εἰς 'ρις' Αἰγύπτια προπαροξύνεται, Βούσιρις πόλις Αἰγύπτου. «ἐν ταύτῃ Ἴσιος μέγιστον ἱερόν. ἵδρυται δ´ ἐν μέσῳ τῆς Αἰγύπτου ἐν τῷ Δέλτα. Ἶσις δ´ ἐστὶ κατὰ τὴν τῶν Ἑλλήνων γλῶσσαν ἡ Δημήτηρ» (Herodot. II 59). ὡς δ´ ἄλλοι, ἐκεῖ λέγεται θάψαι τὸν Ὄσιριν Ἶσις ἐμβαλοῦσα εἰς ξυλίνην βοῦν, ὥστε Βουσόσιριν εἶναι τὴν πόλιν. οἱ δ´ ὅτι τοπάρχης ἦν Βούσιρις ὑπὸ Ὀσίριδος κατασταθείς. Ὄσιρις Αἰγυπτιστὶ ὁ Διόνυσος. Ταφόσιρις πόλις Αἰγύπτου, ἐν ᾗ λέγεται Ὄσιρις τεθάφθαι. καλάσιρις λινοῦς χιτὼν ἱερατικὸς καὶ μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ οἱ καὶ Ἑρμοτυμβιεῖς. Ἡρόδοτος δευτέρῳ (c. 164) Ψένυρις κώμη. Τέντυρις πόλις Αἰγύπτου καθαρτικὴ τῶν κροκοδείλων.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 224 (82.1%) word LCS 50 (86.2%)
Show overlap highlight
…ρις' ἔχοντα πρὸ τοῦ 'ρ' ἕν τι τῶν μέσων ὀξύνεται, Ἀλεξανδρίς, Ταναγρίς, Καλαβρίς. τὸ δὲ Λίηβρις πόλις Φοινίκων βαρύνεται. Τὰ εἰς 'ρις' Αἰγύπτια προπαροξύνεται, Βούσιρις πόλις Αἰγύπτου. «ἐν ταύτῃ Ἴσιος μέγιστον ἱερόν. ἵδρυται δ´ ἐν μέσῳ τῆς Αἰγύπτου ἐν τῷ Δέλτα. Ἶσις δ´ ἐστὶ κατὰ τὴν τῶν Ἑλλήνων γλῶσσαν ἡ Δημήτηρ» (Herodot. II 59). ὡς δ´ ἄλλοι, ἐκεῖ λέγεται θάψαι τὸν Ὄσιριν Ἶσις ἐμβαλοῦσα εἰς ξυλίνην βοῦν, ὥστε Βουσόσιριν εἶναι τὴν πόλιν. οἱ δ´ ὅτι τοπάρχης ἦν Βούσιρις ὑπὸ Ὀσίριδος κατασταθείς. Ὄσιρις Αἰγυπτιστὶ ὁ Διόνυσος. Ταφόσιρις πόλις Αἰγύπτου, ἐν ᾗ λέγεται Ὄσιρις τεθάφθαι. καλάσιρις λινοῦς χιτὼν ἱερατικὸς καὶ μ…
Βούσιρις, πόλις Αἰγύπτου. “ἐν ταύτῃ Ἴσιος μέγιστον ἱερόν. ἵδρυται δ´ ἐν μέσῳ τῆς Αἰγύπτου ἐν τῷ Δέλτα. Ἶσις δ´ ἐστὶ κατὰ τὴν τῶν Ἑλλήνων γλῶσσαν ἡ Δημήτηρ”. ὡς δ´ ἄλλοι, ἐκεῖ λέγεται θάψαι τὸν Ὄσιριν Ἶσις ἐμβαλοῦσα εἰς ξυλίνην βοῦν, ὥστε Βουσόσιριν εἶναι τὴν πόλιν. οἱ δ´ ὅτι τοπάρχης ἦν ὁ Βούσιρις ὑπὸ Ὀσίριδος κατασταθείς. ὁ πολίτης Βουσιρίτης.
char LCS 106 (19.7%) word LCS 17 (17.3%)
Show overlap highlight
…λεκτρίς, Ἐρετρίς, Πανακρίς, Ἀντιπατρίς πόλις Ἰουδαίας Ἡρώδου κτίσμα ἐπὶ Αὐγούστου Καίσαρος. τὸ δὲ Ἄμαστρις πόλις Παφλαγονίας ἡ πρότερον Κρῶμνα—ἀπὸ γυναικὸς Περσίδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ. Δημοσθένης δ´ ἐξ Ἀμαζόνος οὕτω λεγομένης—καὶ Νώνακρις πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ—βαρύνεται. * Ἔτι τὰ εἰς 'ρις' ἔχοντα πρὸ τοῦ 'ρ' ἕν τι τῶν μέσων ὀξύνεται, Ἀλεξανδρίς, Ταναγρίς, Καλαβρίς.…
Ἄμαστρις, πόλις Παφλαγονίας, ἡ πρότερον Κρῶμνα. “Κρῶμνάν τ´ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους”. ἀπὸ γυναικὸς Περσίδος Ἀμάστριδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ. Δημοσθένης δ´ ἐξ Ἀμαζόνος οὕτω λεγομένης. Ἀμάστρεως δὲ κλίνει Στράβων, ἄλλοι Ἀμάστριδος. τὸ ἐθνικὸν Ἀμαστριανός. Στράβων δωδεκάτῃ “πλείστη δὲ καὶ ἀρίστη φύεται πύξος κατὰ τὴν Ἀμαστριανὴν καὶ μάλιστα περὶ τὸ Κύτωρον”. ὡς Κάλλατις Καλλάτιος Καλλατιανός καὶ Φᾶσις…
char LCS 44 (38.3%) word LCS 6 (31.6%)
Show overlap highlight
…υ, ἐν ᾗ λέγεται Ὄσιρις τεθάφθαι. καλάσιρις λινοῦς χιτὼν ἱερατικὸς καὶ μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ οἱ καὶ Ἑρμοτυμβιεῖς. Ἡρόδοτος δευτέρῳ (c. 164) Ψένυρις κώμη. Τέντυρις πόλις Αἰγύπτου καθαρτικὴ τῶν κροκοδείλων.
Τέντυρις, πόλις Αἰγύπτου καθαρτικὴ τῶν κροκοδείλων. ὁ πολίτης Τεντυρίτης. λέγεται καὶ Τέντυρα ἡ πόλις, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν.
char LCS 42 (67.7%) word LCS 5 (62.5%)
Show overlap highlight
…βα τῷ 'η' ἢ τῷ 'ω' ἢ τῇ 'ει' διφθόγγῳ παραληγόμενα ὀξύνεται, Φαληρίς, Ἰβηρίς «Ἑλληνίς, οὐκ Ἰβηρίς». Μένανδρος Ἀσπίδι. Καφηρίς, Κασωρίς, θεωρίς, Καβειρίς. τὸ δὲ Ταπόσειρις πόλις Αἰγύπτου πλησίον Ἀλεξανδρείας βαρύνεται. * Τὰ εἰς 'ρις' ὑπὲρ δύο συλλαβὰς διφθόγγῳ τῇ διὰ τοῦ 'υ' παραληγόμενα ἅπαντα ὀξύνεται οἷον Ἐπιδαυρίς, Βαναυρίς. Βαναυρίδες δέ εἰσι νῆσοι Τυρρηνικαὶ …
Ταπόσειρις, πόλις Αἰγύπτου πλησίον Ἀλεξανδρείας. ὁ πολίτης Ταποσειρίτης.
char LCS 41 (21.1%) word LCS 7 (22.6%)
Show overlap highlight
…ρον Κρῶμνα—ἀπὸ γυναικὸς Περσίδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ. Δημοσθένης δ´ ἐξ Ἀμαζόνος οὕτω λεγομένης—καὶ Νώνακρις πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ—βαρύνεται. * Ἔτι τὰ εἰς 'ρις' ἔχοντα πρὸ τοῦ 'ρ' ἕν τι τῶν μέσων ὀξύνεται, Ἀλεξανδρίς, Ταναγρίς, Καλαβρίς. τὸ δὲ Λίηβρις πόλις Φοινίκων βαρύνεται. Τὰ εἰς 'ρις'…
Νώνακρις, πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ. τὸ ἐθνικὸν Νωνακρίτης, καὶ κατὰ πλεονασμὸν τοῦ « α » Νωνακριάτης, ὁ Ἑρμῆς. Λυκόφρων “Νωνακριάτης τρικέφαλος φαιδρὸς θεός”. καὶ θηλυκὸν Νωνακριᾶτις. καὶ Νωνακριεύς λέγεται παρὰ Ἀριστοφάνει.
char LCS 39 (52.0%) word LCS 6 (54.5%)
Show overlap highlight
…ηξ, Τόμουρις ὄνομα πόλεως καὶ ἵππουρις. Τὰ εἰς 'ρις' ἔχοντα πρὸ τοῦ 'ρ' ἕν τι τῶν ψιλῶν ὀξύνεται, παλαιστρίς, αὐληστρίς, ἐπακτρίς, Ἠλεκτρίς, Ἐρετρίς, Πανακρίς, Ἀντιπατρίς πόλις Ἰουδαίας Ἡρώδου κτίσμα ἐπὶ Αὐγούστου Καίσαρος. τὸ δὲ Ἄμαστρις πόλις Παφλαγονίας ἡ πρότερον Κρῶμνα—ἀπὸ γυναικὸς Περσίδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλ…
Ἀντιπατρίς, πόλις [Ἰουδαίας], Ἡρώδου κτίσμα ἐπὶ Ἀντωνίου Καίσαρος. τὸ ἐθνικὸν Ἀντιπατρίτης.
char LCS 31 (2.2%) word LCS 5 (1.9%)
Show overlap highlight
* Τὰ εἰς 'ρις' πολυσύλλαβα τῷ 'η' ἢ τῷ 'ω' ἢ τῇ 'ει' διφθόγγῳ παραληγόμενα ὀξύνεται, Φαληρίς, Ἰβηρίς «Ἑλληνίς, οὐκ Ἰβηρίς». Μένανδρος Ἀσπίδι. Καφηρίς, Κασωρίς, θεωρίς, Καβειρίς. τὸ δὲ Ταπόσειρις πόλις Αἰγύπτου πλησίον Ἀλεξανδρείας βαρύνεται. * Τὰ εἰς 'ρις' ὑπὲρ δύο συλλαβὰς διφθόγγῳ τῇ διὰ τοῦ 'υ' π…
…καὶ "τοὺς Ἴβηρας οὓς χορηγεῖς μοι βοηθῆσαι δρόμῳ". καὶ Ἀρτεμίδωρος ἐν δευτέρῳ τῶν γεωγραφουμένων "γραμματικῇ δὲ χρῶνται τῇ τῶν Ἰταλῶν οἱ παρὰ θάλατταν οἰκοῦντες τῶν Ἰβήρων". καὶ ἀπὸ τῆς Ἴβηρος γενικῆς Ἰβηρίς τὸ θηλυκόν "Ἑλληνίς, οὐκ Ἰβηρίς" Μένανδρος Ἀσπίδι. λέγεται καὶ Ἰβηρικός. [Διονύσιος] "πόντος μὲν πρώτιστος Ἰβηρικὸς ἀρχομένοισιν". λέγεται δὲ καὶ Ἰβηρίτης. Παρθένιος ἐν Λευκαδίᾳ "Ἰβηρίτῃ πλεύσει ἐν αἰγιαλῷ". ἀπὸ τῆς γενικῆς Ἴβηρος εὐθεῖα, ὡς τῆς φύλακος ὁ φύλακος. Ἀπολ…
char LCS 24 (28.6%) word LCS 5 (35.7%)
Show overlap highlight
…ν Βούσιρις ὑπὸ Ὀσίριδος κατασταθείς. Ὄσιρις Αἰγυπτιστὶ ὁ Διόνυσος. Ταφόσιρις πόλις Αἰγύπτου, ἐν ᾗ λέγεται Ὄσιρις τεθάφθαι. καλάσιρις λινοῦς χιτὼν ἱερατικὸς καὶ μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ οἱ καὶ Ἑρμοτυμβιεῖς. Ἡρόδοτος δευτέρῳ (c. 164) Ψένυρις κώμη. Τέντυρις πόλις Αἰγύπτου καθαρτικὴ τῶν κροκοδείλων.
Ἑρμοτυμβιεῖς, μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῃ. οἱ αὐτοὶ Καλασίρεις.