Prosodia Catholica (Herodian)

Passage 1.105
← Index
1.105
No summary yet
Ἀνακρέων ἀπὸ Ἀθάμαντος, ὃς πρῶτον αὐτὴν ἔκτισεν. Μεταποντίς. οὕτως πρότερον ἐκαλεῖτο Σύμη νῆσος. Γιγαντίς. οὕτως τινὲς τὴν Ἀρκαδίαν φασίν. Ἐλεφαντίς. οὕτως Παρθένιος Ἐλεφαντίνην νῆσον Αἰγύπτου φησίν. Ζυγαντίς πόλις Λιβύης. Ἑκαταῖος Ἀσίας περιηγήσει. Ἰπνουντίς ἡ Ἥρα, Ὀδομαντίς, Σιμουντίς, Σκιλλουντίς, Σολουντίς, Ταυλαντίς, Τευθραντίς, Φλιουντίς. Τὸ δὲ Σάργαντις πόλις Αἰγύπτου βαρύνεται ὡς καὶ Βούναρτις πόλις Λιβύης 'ρ' παραληγόμενον. Τὰ εἰς 'ις' θηλυκὰ ἀπὸ τῶν εἰς 'ης' ἀρσενικῶν γινόμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, ὁ κυνηγέτης ἡ κυνηγέτις, ὁ δεσπότης ἡ δεσπότις, ἀΐτης, ἀῖτις, ὁ πολίτης ἡ πολῖτις, πολιήτης πολιῆτις. Γέτης Γέτις· οὕτως δὲ ἐκαλεῖτο ἡ γυνὴ τοῦ Φιλίππου τοῦ Ἀμύντου, Μακέτης Μακέτις, ἀγρότης ἀγρότις, ἀγροιώτης ἀγροιῶτις, Μασσαγέτης Μασσαγέτις καὶ Μασσαγῆτις, ἴσως διὰ τὸ μέτρον. πρεσβύτης πρεσβῦτις, ἀλείτης ἀλεῖτις, ἀγυιάτης ἀγυιᾶτις, ὡς καὶ τὰ προπύλαια τοῦ ἀγυιέως ἀγυιάτιδες θεραπεῖαι λέγονται, Αὐσονῖτις Λυκόφρων (v. 44) «ὁ τῆς θαλάσσης Αὐσονίτιδος μυχούς». Αἰανῖτις διὰ διφθόγγου. Σοφοκλῆς δὲ Ἀανῖτιν γράφει δίχα τοῦ 'ι'. Ζεφυρῖτις Ἀφροδίτη καὶ Ἀρσινόη, ὡς Καλλίμαχος. Κυκνῖτις ἧς ὁ Κύκνος ἐβασίλευσε. Σοφοκλῆς ἐν Πηλεῖ. καὶ ἐν Ποιμέσι «βοὴν κυκνῖτιν». Ἀσκαλωνῖτις, Ναρβωνῖτις, Καρκινῖτις, πόλις Σκυθική, Λυχνῖτις Ἀρμενίας χώρα. Μενελαῖτις χώρα Αἰγύπτου, Ποταμῖτις γυνὴ Βήλου ἣ καὶ Ἀερία· οὕτω δ´ ἐκλήθη καὶ ἡ Αἴγυπτος. Πιτανῖτις χώρα καὶ νύμφη. Πορφυρῖτις πόλις Ἀραβίας κατὰ Αἴγυπτον, Προσωπῖτις
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 66 (100.0%) word LCS 13 (100.0%)
Show overlap highlight
…ων (v. 44) «ὁ τῆς θαλάσσης Αὐσονίτιδος μυχούς». Αἰανῖτις διὰ διφθόγγου. Σοφοκλῆς δὲ Ἀανῖτιν γράφει δίχα τοῦ 'ι'. Ζεφυρῖτις Ἀφροδίτη καὶ Ἀρσινόη, ὡς Καλλίμαχος. Κυκνῖτις ἧς ὁ Κύκνος ἐβασίλευσε. Σοφοκλῆς ἐν Πηλεῖ. καὶ ἐν Ποιμέσι «βοὴν κυκνῖτιν». Ἀσκαλωνῖτις, Ναρβωνῖτις, Καρκινῖτις, πόλις Σκυθική, Λυχνῖτις Ἀρμενίας χώρα. Μενελαῖτις χώρα Αἰγύπτου, Ποταμῖτις γυνὴ Βήλου ἣ καὶ Ἀερία· οὕτω δ´ ἐκλήθη καὶ ἡ …
Κυκνῖτις, .... ἧς ὁ Κύκνος ἐβασίλευσε. Σοφοκλῆς ἐν Πηλεῖ. καὶ ἐν Ποιμέσι “βοὴν κυκνῖτιν”.
char LCS 61 (8.8%) word LCS 10 (7.6%)
Show overlap highlight
…Μακέτης Μακέτις, ἀγρότης ἀγρότις, ἀγροιώτης ἀγροιῶτις, Μασσαγέτης Μασσαγέτις καὶ Μασσαγῆτις, ἴσως διὰ τὸ μέτρον. πρεσβύτης πρεσβῦτις, ἀλείτης ἀλεῖτις, ἀγυιάτης ἀγυιᾶτις, ὡς καὶ τὰ προπύλαια τοῦ ἀγυιέως ἀγυιάτιδες θεραπεῖαι λέγονται, Αὐσονῖτις Λυκόφρων (v. 44) «ὁ τῆς θαλάσσης Αὐσονίτιδος μυχούς». Αἰανῖτις διὰ διφθόγγου. Σοφοκλῆς δὲ Ἀανῖτιν γράφει δίχα τοῦ 'ι'. Ζεφυρῖτις Ἀφροδίτη καὶ Ἀρσινό…
…ι, ὡς Εὔπολις. καὶ κατὰ συναίρεσιν ἀγυιέας ἀγυιᾶς. λέγεται δὲ κίων ἀγυιεὺς εἰς ὀξὺ ἀπολήγων, ὁ πρὸ τῶν θυρῶν ἱστάμενος, Ἀριστοφάνης Θεσμοφοριαζούσαις. καὶ ὁ Ἀπόλλων ἀγυιεύς καὶ ἀγυιάτης, τουτέστιν ὁ ἐφόδιος. καὶ θηλυκὸν ἀγυιᾶτις, ὡς καὶ τὰ προπύλαια τοῦ ἀγυιέως ἀγυιάτιδες [θεραπεῖαι] λέγονται. τὸ τοπικὸν ἀγυιαῖος. Σοφοκλῆς Ἑρμιόνῃ “ἀλλ´ ὦ πατρῴας γῆς ἀγυιαίου πέδον”. ἔστιν οὖν τὸ μὲν ἀγυιεύς ἀπὸ τοῦ ἀγυιά, ὡς Τρύφων φησὶν ἐν παρωνύμοις “πᾶν εἰς « α » θηλυκὸν ἰσοσύλλαβον ἔχει τῇ εὐθείᾳ καὶ τῇ γενικῇ τὸ παρώνυ…
char LCS 42 (24.7%) word LCS 6 (18.8%)
Show overlap highlight
…ἔκτισεν. Μεταποντίς. οὕτως πρότερον ἐκαλεῖτο Σύμη νῆσος. Γιγαντίς. οὕτως τινὲς τὴν Ἀρκαδίαν φασίν. Ἐλεφαντίς. οὕτως Παρθένιος Ἐλεφαντίνην νῆσον Αἰγύπτου φησίν. Ζυγαντίς πόλις Λιβύης. Ἑκαταῖος Ἀσίας περιηγήσει. Ἰπνουντίς ἡ Ἥρα, Ὀδομαντίς, Σιμουντίς, Σκιλλουντίς, Σολουντίς, Ταυλαντίς, Τευθραντίς, Φλιουντίς. Τὸ δὲ Σάργαντις πόλις Αἰγύπτου βαρύνεται ὡς καὶ Βούναρτις πόλ…
Ζυγαντίς, πόλις Λιβύης. Ἑκαταῖος Ἀσίας περιηγήσει. οἱ πολῖται Ζύγαντες, οἵ τινες τὰ ἄνθη συλλέγοντες μέλι ποιοῦσιν, ὥστε μὴ λείπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομένου, ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ἕκτῳ γῆς περιόδου.
char LCS 34 (11.9%) word LCS 7 (12.1%)
Show overlap highlight
…γινόμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, ὁ κυνηγέτης ἡ κυνηγέτις, ὁ δεσπότης ἡ δεσπότις, ἀΐτης, ἀῖτις, ὁ πολίτης ἡ πολῖτις, πολιήτης πολιῆτις. Γέτης Γέτις· οὕτως δὲ ἐκαλεῖτο ἡ γυνὴ τοῦ Φιλίππου τοῦ Ἀμύντου, Μακέτης Μακέτις, ἀγρότης ἀγρότις, ἀγροιώτης ἀγροιῶτις, Μασσαγέτης Μασσαγέτις καὶ Μασσαγῆτις, ἴσως διὰ τὸ μέτρον. πρεσβύτης πρεσβῦτις, ἀλείτης ἀλεῖτις, ἀγυιάτη…
Γετία, ἡ χώρα τῶν Γετῶν. Γέτης γὰρ τὸ ἐθνικόν, οὐ τὸ κύριον. ἔστι δὲ Θρᾳκικὸν ἔθνος. ἔστι καὶ θηλυκῶς Γέτις· οὕτως γὰρ ἐκαλεῖτο ἡ γυνὴ τοῦ Φιλίππου τοῦ Ἀμύντου. καὶ κτητικῶς λέγεται Γετικός, ἀφ´ οὗ Κρίτωνος Γετικά, καὶ θηλυκὸν Γετική. νόμοι δὲ Γετῶν τὸ ἐπισφάζειν τὴν γυναῖκα τῷ ἀνδρὶ καὶ ὅταν ἐπικηρυκεύωνται κιθαρίζειν. Ἀρριανὸς δὲ Γετηνοὺς αὐτούς φησι.
char LCS 29 (9.2%) word LCS 5 (8.5%)
Show overlap highlight
… τὸ μέτρον. πρεσβύτης πρεσβῦτις, ἀλείτης ἀλεῖτις, ἀγυιάτης ἀγυιᾶτις, ὡς καὶ τὰ προπύλαια τοῦ ἀγυιέως ἀγυιάτιδες θεραπεῖαι λέγονται, Αὐσονῖτις Λυκόφρων (v. 44) «ὁ τῆς θαλάσσης Αὐσονίτιδος μυχούς». Αἰανῖτις διὰ διφθόγγου. Σοφοκλῆς δὲ Ἀανῖτιν γράφει δίχα τοῦ 'ι'. Ζεφυρῖτις Ἀφροδίτη καὶ Ἀρσινόη, ὡς Καλλίμαχος. Κυκνῖτις ἧς ὁ Κύκνος ἐβασίλευσε. Σοφοκλῆς ἐν …
…ίς τὸ θηλυκόν, καὶ Αὐσόνιος καὶ Αὐσονία ἡ χώρα, ἀφ´ οὗ Αὐσονιεύς· καὶ Αὐσόνειος, Λυκόφρων “ὁ δ´ Αὐσονείων ἄγχι Κάλχαντος τόπων”. καὶ Αὐσονίτης, ὁ αὐτός “παρ´ Αὐσονίτην Φύλαμον δομήσεται”. καὶ Αὐσονῖτις θηλυκόν, ὁ αὐτός “ὁ τῆς θαλάσσης Αὐσονίτιδος μυχούς”. καὶ Αὐσόνιος κτητικόν.