Prosodia Catholica (Herodian)

Passage 1.106
← Index
1.106
No summary yet
πόλις Αἰγύπτου, Σκιρῖτις ἡ δωδεκάπολις τῆς Καρίας. Σφραγῖτις ἄκρα Σκυθίας. Φαρκωνῖτις· οὕτως ἐκαλεῖτο ἡ Κύμη. Χαλκῖτις νῆσος ἀντικρὺ Χαλκηδόνος. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ γεωγραφουμένων «ἀπὸ δὲ τοῦ Ἀκρίτου καταπλεύσαντι πρὸς εὖρον στάδια ἑκατὸν δέκα ἄκρα κεῖται Ὑρίς καλουμένη, καὶ νῆσος αὐτῇ παράκειται Πιτυώδης καὶ ἄλλη νῆσος καλουμένη Χαλκῖτις καὶ ἄλλη Πρῶτα λεγομένη· ἀπὸ δὲ ταύτης εἰς τὴν Χαλκῖτιν λεγομένην πόλιν στάδια τεσσαράκοντα». ἔστι καὶ πόλις Χαλκῖτις ἐν Μεσσαπίᾳ τῆς Ἰταλίας· ἔστι καὶ χώρα ἐν Σκυθίᾳ, ὡς Ἑρμείας ἐν περιηγήσει. Χατραμωτῖτις χώρα πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης, Στράβων ἑκκαιδεκάτῃ (p. 768) «Γερραῖοι δ´ εἰς τὴν Χατραμωτῖτιν». Ὠκεανῖτις, Μαρωνεῖτις, Σαλωνεῖτις, ἠεροφοῖτις, Ἀσιᾶτις, Ἀπολλωνιᾶτις, Δερεᾶτις Ἄρτεμις, Καρυᾶτις, Καυλωνιᾶτις, Κροτωνιᾶτις, Μαλεᾶτις, Μιδεᾶτις, Μυρλεᾶτις χώρα Βιθυνίας, Ναυκρατιᾶτις, Πισᾶτις, Πλαταιᾶτις, Πυλᾶτις «Πυλάτιδες ἀγοραί» (Sophocl. Trach. 638). Σπαρτιᾶτις, Τεγεᾶτις, Ὑσιᾶτις. Αἰγινήτης Αἰγινῆτις, κωμήτης κωμῆτις, Πειρῆτις «Πειρήτιδος ἱερὸς ὄρνις» ὡς ἀπὸ Πειρήτης ἀρσενικοῦ, πρωθῆβις. Μάγνης Μαγνῆτις παρὰ Σοφοκλεῖ, Κουρής Κουρῆτις. Μασῆτις λίμνη, κώμη καὶ νῆσος. νησιώτης νησιῶτις, Ἀρδαλιῶτις, Ἑστιαιῶτις ἡ Θεσσαλικὴ μοῖρα. Ἰταλιῶτις. Μαιώτης ἔθνος Σκυθικὸν καὶ Μαιῶτις λίμνη, ἥν φασι κληθῆναι ἀπὸ τοῦ μαῖαν εἶναι τοῦ Εὐξείνου πόντου. Μαρεῶτις λίμνη. Μασσαλιῶτις, Πελασγιῶτις, Φθιῶτις. χωρὶς τῶν ἀπὸ τῆς κοίτης καὶ πωλῶ· ταῦτα γὰρ προπαροξύνονται, ἄκοιτις, παράκοιτις, ἀρτόπωλις, λαχανόπωλις, ἀλφιτόπωλις. τὸ μέντοι δολόμητις οὐκ ἔστι θηλυκόν, ἀλλὰ καὶ ἀρσενικόν. καὶ ἴσως μῆτις ἔγκειται ὡς τὸ πολύμητις δολόμητις. καὶ ἔστι σύνθετον. τὸ Σκυθίς δὲ δισυλλαβοῦν ὀξύνεται ὡς τὸ Περσίς. * Ἔτι τὰ νομιζόμενα ἀπὸ τῶν εἰς 'ης' ἀρσενικῶν γεγενῆσθαι πρὸ μιᾶς ἔχουσι τὸν τόνον οἷον ἡ πλευρῖτις, ἡ φρενῖτις, ἡ νεφρῖτις. ταῦτα ὡς ἀπὸ τῶν εἰς 'ης' ἀρσενικῶν δοκοῦσιν εἶναι ὡς ἀπὸ τοῦ ὁ πλευρίτης καὶ ὁ φρενίτης καὶ ὁ νεφρίτης, εἰσὶ δὲ ὀνόματα νοσημάτων. Τὰ εἰς 'φις' διβράχεα ὀξύνεται, ῥαφίς, γλυφίς, σταφίς, στροφίς. σεσημείωται τὸ ὄφις. εἰ δὲ ἡ παραλήγουσα εἴη φύσει ἢ θέσει μακρὰ ἐν δισυλλάβοις παροξύνεται ἢ προπερισπᾶται, Ἶφις, Μέμφις
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 194 (57.4%) word LCS 33 (60.0%)
Show overlap highlight
…ας. Σφραγῖτις ἄκρα Σκυθίας. Φαρκωνῖτις· οὕτως ἐκαλεῖτο ἡ Κύμη. Χαλκῖτις νῆσος ἀντικρὺ Χαλκηδόνος. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ γεωγραφουμένων «ἀπὸ δὲ τοῦ Ἀκρίτου καταπλεύσαντι πρὸς εὖρον στάδια ἑκατὸν δέκα ἄκρα κεῖται Ὑρίς καλουμένη, καὶ νῆσος αὐτῇ παράκειται Πιτυώδης καὶ ἄλλη νῆσος καλουμένη Χαλκῖτις καὶ ἄλλη Πρῶτα λεγομένη· ἀπὸ δὲ ταύτης εἰς τὴν Χαλκῖτιν λεγομένην πόλιν στάδια τεσσαράκοντα». ἔστι καὶ πόλις Χαλκῖτις ἐν Μεσσαπίᾳ τῆς Ἰταλίας· ἔστι καὶ χώρα ἐν Σκυθίᾳ, ὡς Ἑρμείας ἐν περιηγήσει. Χατραμωτῖτις χώρα πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης, Στράβων ἑ…
Χαλκῖτις, νῆσος ἀντικρὺ Χαλκηδόνος, ἔχουσα χαλκοῦ μέταλλον. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ γεωγραφουμένων “ἀπὸ δὲ τοῦ Ἀκρίτου παραπλεύσαντι [πρὸς] εὖρον στάδια ἑκατὸν δέκα ἄκρα κεῖται Ὑρίς καλουμένη, καὶ νῆσος αὐτῇ παράκειται Πιτυώδης καὶ ἄλλη νῆσος καλουμένη Χαλκῖτις καὶ ἄλλη Πρῶτα λεγομένη· ἀπὸ δὲ ταύτης εἰς τὴν Χαλκῖτιν λεγομένην πόλιν στάδια τεσσαράκοντα”. τὸ ἐθνικὸν Χαλκίτης, ὡς Προσωπίτιδος Προσωπίτης.
char LCS 59 (35.8%) word LCS 12 (38.7%)
Show overlap highlight
…ρὰ Σοφοκλεῖ, Κουρής Κουρῆτις. Μασῆτις λίμνη, κώμη καὶ νῆσος. νησιώτης νησιῶτις, Ἀρδαλιῶτις, Ἑστιαιῶτις ἡ Θεσσαλικὴ μοῖρα. Ἰταλιῶτις. Μαιώτης ἔθνος Σκυθικὸν καὶ Μαιῶτις λίμνη, ἥν φασι κληθῆναι ἀπὸ τοῦ μαῖαν εἶναι τοῦ Εὐξείνου πόντου. Μαρεῶτις λίμνη. Μασσαλιῶτις, Πελασγιῶτις, Φθιῶτις. χωρὶς τῶν ἀπὸ τῆς κοίτης καὶ πωλῶ· ταῦτα γὰρ προπαροξύνονται, ἄκοιτις, παράκοιτις, ἀρτόπωλις, λαχανόπωλις, …
Μαιῶται, ἔθνος Σκυθικὸν μέγιστον καὶ πολυάνθρωπον. καὶ τὸ θηλυκόν, ὡς Μαιῶτις λίμνη, ἥν φασι κληθῆναι ἀπὸ [τοῦ μαῖαν εἶναι] τοῦ Εὐξείνου πόντου. ἔστι καὶ μαιώτης ἰχθῦς τις. λέγεται καὶ κτητικὸν Μαιωτικός.
char LCS 45 (20.1%) word LCS 7 (20.0%)
Show overlap highlight
…σαράκοντα». ἔστι καὶ πόλις Χαλκῖτις ἐν Μεσσαπίᾳ τῆς Ἰταλίας· ἔστι καὶ χώρα ἐν Σκυθίᾳ, ὡς Ἑρμείας ἐν περιηγήσει. Χατραμωτῖτις χώρα πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης, Στράβων ἑκκαιδεκάτῃ (p. 768) «Γερραῖοι δ´ εἰς τὴν Χατραμωτῖτιν». Ὠκεανῖτις, Μαρωνεῖτις, Σαλωνεῖτις, ἠεροφοῖτις, Ἀσιᾶτις, Ἀπολλωνιᾶτις, Δερεᾶτις Ἄρτεμις, Καρυᾶτις, Καυλωνιᾶτις, Κροτωνιᾶτις, Μαλεᾶτις, Μιδεᾶτις, Μυρλεᾶτις χώρ…
Χατραμωτῖτις, χώρα πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Χατραμωτῖται. Στράβων ἑκκαιδεκάτῃ “Γερραῖοι δ´ εἰς τὴν Χατραμωτῖτιν”. καὶ πάλιν “πρὸς ἕω μάλιστα Χατραμωτῖται”. Οὐράνιος δ´ ἐν πρώτῳ Ἀραβικῶν Χατραμώτας αὐτοὺς καλεῖ “καμηλοκόμοι Χατραμῶται Σαβαῖοι καὶ Ὁμηρῖται”.
char LCS 36 (2.7%) word LCS 7 (2.7%)
Show overlap highlight
…ς αὐτῇ παράκειται Πιτυώδης καὶ ἄλλη νῆσος καλουμένη Χαλκῖτις καὶ ἄλλη Πρῶτα λεγομένη· ἀπὸ δὲ ταύτης εἰς τὴν Χαλκῖτιν λεγομένην πόλιν στάδια τεσσαράκοντα». ἔστι καὶ πόλις Χαλκῖτις ἐν Μεσσαπίᾳ τῆς Ἰταλίας· ἔστι καὶ χώρα ἐν Σκυθίᾳ, ὡς Ἑρμείας ἐν περιηγήσει. Χατραμωτῖτις χώρα πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης, Στράβων ἑκκαιδεκάτῃ (p. 768) «Γερραῖοι δ´ εἰς τὴν Χατραμωτῖ…
…ὸ Χαλκίδος ἕρπων”. δʹ πόλις ἐν Συρίᾳ, κτισθεῖσα ὑπὸ Μονικοῦ τοῦ Ἄραβος. τὸ ταύτης ἐθνικὸν Χαλκιδηνός. [εʹ] ἔστι καὶ πόλις Χαλκίς ἐν Σκυθίᾳ, ἧς οἱ πολῖται Χαλκῖται [ἔστι] καὶ ἡ χώρα Χαλκῖτις, ὡς Ἑρμείας ἐν περιηγήσει. ϛʹ καὶ πόλις Χαλκῖτις ἐν Μεσσαπίᾳ τῆς Ἰταλίας. ζʹ νῆσος ἔχουσα πόλιν ὁμώνυμον πρὸς τῇ Λέσβῳ, ἧς οἱ πολῖται Χαλκιδεῖς. ἔστι καὶ ἐν Ἄθῳ ἄλλη Χαλκίς, ὡς Εὔδοξος τετάρτῳ “μετὰ δὲ τὸν Ἄθω μέχρι Παλλήνης, ἣ ἐπὶ θάτερα πεποίηκε κόλπον βαθὺν καὶ πλατὺν Χαλκίδα ἐπονομαζόμεν…
char LCS 29 (60.4%) word LCS 5 (62.5%)
Show overlap highlight
πόλις Αἰγύπτου, Σκιρῖτις ἡ δωδεκάπολις τῆς Καρίας. Σφραγῖτις ἄκρα Σκυθίας. Φαρκωνῖτις· οὕτως ἐκαλεῖτο ἡ Κύμη. Χαλκῖτις νῆσος ἀντικρὺ Χαλκηδόνος. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ γεωγραφουμένων «ἀπὸ δὲ τοῦ Ἀκρίτου καταπ…
Σκιρῖτις, ἡ δωδεκάπολις τῆς Καρίας. οἱ οἰκοῦντες Σκιρῖται.
char LCS 25 (6.3%) word LCS 5 (6.5%)
Show overlap highlight
…ρατιᾶτις, Πισᾶτις, Πλαταιᾶτις, Πυλᾶτις «Πυλάτιδες ἀγοραί» (Sophocl. Trach. 638). Σπαρτιᾶτις, Τεγεᾶτις, Ὑσιᾶτις. Αἰγινήτης Αἰγινῆτις, κωμήτης κωμῆτις, Πειρῆτις «Πειρήτιδος ἱερὸς ὄρνις» ὡς ἀπὸ Πειρήτης ἀρσενικοῦ, πρωθῆβις. Μάγνης Μαγνῆτις παρὰ Σοφοκλεῖ, Κουρής Κουρῆτις. Μασῆτις λίμνη, κώμη καὶ νῆσος. νησιώτης νησιῶτις, Ἀρδαλιῶτις, Ἑστιαιῶτις ἡ Θεσσαλ…
…θοωντίδος φυλῆς. ὁ δημότης Πειραιεύς. τὰ τοπικὰ ἐκ Πειραιῶς, εἰς τόπον εἰς Πειραιᾶ, ἐν τόπῳ ἐν Πειραιεῖ καὶ Πειραιοῖ. λέγεται καὶ κτητικῶς Πειραϊκός μετὰ συστολῆς τοῦ « α ». ἔστι καὶ τῆς Κορινθίας λιμήν. λέγεται δὲ καὶ “Πειρήτιδος ἱερὸς ὄρνις” ὡς ἀπὸ τοῦ Πειρήτης ἀρσενικοῦ. ἔστι δὲ δῆλον ὡς ἀπὸ τοῦ Πειραία Πειραιάτης καὶ Πειραιείτης καὶ καθ´ ὑφαίρεσιν τῆς « ει » διφθόγγου Πειραιάτης.