{1ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΙΣ 'ος' ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ εʹ.}1 Τὰ εἰς 'ος' καθαρὰ δισύλλαβα τῷ 'α' μακρῷ παραληγόμενα ὀλίγα εἰσίν, καὶ ὀξύνεται μέν, ὅσα οὐ κύρια, μὴ δὲ ἐπιθετικά, παός καὶ πηός «καὶ πηῷ περ ἐόντι» (Od. κ 441), ναός νηός «ἐν πίονι νηῷ» (Β 549), λαός ληός τῇ μεταγενεστέρᾳ Ἰάδι τραπέν «ληὸν ἀθρήσας» Ἱππῶναξ, παρ´ Ὁμήρῳ δὲ τὸ λαός ἄτρεπτον ἔμεινεν. σημειωτέον δὲ ὅτι οὐχ ἁπλῶς τὸν ὄχλον σημαίνει, ἀλλὰ τὸν ὑποτεταγμένον. Ἑκαταῖος γὰρ «τὸν Ἡρακλέα τοῦ Εὐρυσθέως λαόν» λέγει καίτοι ἕνα ὄντα. γίνεται δὲ λαός, ὡς Χρύσιππος ὁ Στωϊκὸς ἐτυμολογεῖ, παρὰ τὸ λαλῶ λαλός καὶ λαός. παρὰ γὰρ τὴν φωνήν φησι ὡς καὶ μέροψ παρὰ τὴν ὄπα. καὶ ἄνθρωπος ὁ διωρθωμένην ἔχων τὴν ὄπα, διὸ καὶ αὐδήεντες «ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων» (Od. ζ 125). ἐγένετο δὲ ἔλλειψις, ὡς παρὰ τοῖς Ἀττικοῖς ἡ σίφη ἐκ τοῦ σίλφη παρ´ ἡμῖν λεγομένη ὡς καὶ ὁ τάπης παρὰ τὸ θάλπη, εἴ γε παρὰ τὸ χλιαίνειν ἡ χλαίνη. καὶ ἔκτασις δὲ γίνεται ἀποβολῇ τοῦ 'λ'· ἄλλοι δὲ παρὰ τοὺς λᾶας ὠνομάσθαι «λαοὶ Δευκαλίωνος ὅσοι γενόμεθα». Καλλίμαχος. φέρεται δὲ ἱστορία, ὅτι ἡ Μῆτις δυστοκούσης τῆς Ῥέας αὐτὴ καὶ ἔτεκε τέκνον ὃ ἐκάλεσε Λάαν· τῇ δὲ Ῥέᾳ τεκούσῃ τὸν Δία ἀντικατήλλαξεν τὸν Λάαν αὐτῆς τὸν παῖδα, ἵνα ὁ Κρόνος ἀντὶ Διὸς τὸν Λάαν καταπίῃ. Ζεὺς οὖν ἡβήσας εἰς τιμὴν τοῦ ἀνθ´ αὑτοῦ καταποθέντος λαοὺς ὠνόμασε τοὺς ἀνθρώπους. οἱ δὲ ὅτι Δευκαλίων λίθους ῥίπτων ἀνθρώπους ἐποίει. τινὲς δὲ ὅτι κατακλυσμοῦ ὄντος ἔφυγον οἱ ἄνθρωποι εἰς τὰ ὄρη. καὶ μετὰ ταῦτα ἐπέστησαν τῇ γῇ εὐδίας γινομένης, ὡς ἐκπλαγῆναι καὶ ἀπὸ λίθων νομισθῆναι εἶναι. Ἡσίοδος δὲ παρὰ τὸ ἁλές τὸ σημαῖνον τὸ ἁθρόον. τούς ῥά ποτε Κρονίδης Ζεὺς ἄφθιτα μήδεα εἰδὼς λεκτοὺς ἐκ γαίης ἁλεῖς πόρε Δευκαλίωνι. (fr. 11 Dindorf.) ἁλαός λαός ἀφαιρέσει τοῦ 'α', ὡς καὶ παρὰ Ἀριστοφάνει (Mein. fr. Com. ed. min. p. 341) σφόδελον ἐν χύτραισι μεγάλαις ἑψόμενον τινὲς δὲ καὶ Παφίην τὴν Ἀφροδίτην οὐ παρὰ τὴν Πάφον τὴν ἐν Κύπρῳ πόλιν, ἀλλὰ παρὰ τὸ ἀπαφίσκειν· καὶ παρ´ Ἡσιόδῳ «ῥεῖά τέ μιν μαυροῦσι θεοί» (Op. 323). ἡ τοῦ μακροῦ 'α' ἀφαίρεσις σπάνιος· καὶ ἴσως ἐν τῷ «βάλε δὴ βάλε κηρύλος εἴην» (Alcm. fr. 21). τὸ Δᾶος ὡς κύριον βαρύνεται. «Γέτας γὰρ τοὺς πρὸς τὸν Πόντον κεκλιμένους καὶ τὴν ἕω, Δάους δὲ τοὺς πρὸς τἀναντία πρὸς Γερμανίαν καὶ τὰς τοῦ
Pending translation