Prosodia Catholica (Herodian)

Passage 1.110
← Index
1.110
No summary yet
ὡς πυσματικὰ καὶ ἀναφορικά, τὸ δὲ οἶος ὁ μόνος, ὅτι τὸ 'ο' πλεονάζει ἐν τῇ ἀρχῇ. καὶ τὰ κύρια δὲ ὁμοίως, Μοῖος, Βοῖος ἔθνος Κελτογαλατῶν, Κοῖος. Οἰός δὲ ὁ δῆμος τῆς Ἀττικῆς ὀξύνεται. ἔστι δὲ καὶ πόλις Κρητικὴ καὶ ὄνομα λιμένος καὶ ῥεῖθρον. Τὰ εἰς 'ειος' δισύλλαβα ἐπιθετικὰ βαρύνεται, λεῖος, μεῖος, θεῖος, πλεῖος, ῥεῖος, χρεῖος, Κεῖος καὶ Τεῖος ἐκ τοῦ Κέϊος καὶ Τέϊος συναιρεθέντα. τὸ δὲ νειός ἐπὶ τῆς ἀνανεουμένης γῆς οὐκ ἀρσενικὸν καὶ μονογενές. * Τὰ εἰς 'ευος' δισύλλαβα κύρια προπερισπᾶται, Βεῦος ποταμὸς Μακεδονίας. Τὰ εἰς 'ος' καθαρὸν δισύλλαβα παραληγόμενα τῷ 'ι' μακρῷ ἀρχόμενα ἀπὸ τοῦ ἑνὸς ἢ δύο συμφώνων βαρύνεται, πῖος καὶ Πῖος ὄνομα κύριον, Χῖος ὁ πολίτης τῆς Χίου. Θουκυδίδης ὀγδόῃ (c. 5) »Χῖοι καὶ Ἐρυθραῖοι ἀποστῆναι καὶ αὐτοὶ ἕτοιμοι ὄντες«. καὶ Ἡρόδοτος πρώτῃ (c. 142) »Χῖοι καὶ Ἐρυθραῖοι κατὰ τωὐτὸ διαλέγονται«. τὸ 'ι' μακρὸν ὡς τοῦ μήτι »μήτι δ´ ἡνίοχος« (Il. Ψ 318) καὶ τοῦ Θέτι »πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν« (Il. Σ 407). τὸ δὲ πρωτότυπον βραχὺ ἔχει τὸ 'ι'. δῖος. Θρῖος ὄνομα τόπου. Γρῖος, Φθῖος ἥρως καὶ ἔθνος »Λοκροὶ καὶ Φθῖοι« (Il. Ν 686). λέγονται καὶ Φθῖες. Φλῖος ὁ Διόνυσος καὶ ὄνομα πόλεως, ὃ διφορεῖται κατὰ τὴν γραφήν, τινὲς μὲν γὰρ διὰ τοῦ 'ι' γράφουσι αὐτό, τινὲς δὲ διὰ τῆς 'ει' διφθόγγου. τὸ κριός ὁ ἐξέχων τῆς ποίμνης παρὰ τὸ κεκρίσθαι τὰς τρίχας σεσημείωται ὀξυνόμενον. τὸ δὲ Κρῖος ὄνομα Τιτᾶνος προπερισπῶσι πρὸς διαστολὴν τοῦ προσηγορικοῦ, ὁ δὲ Ἀρίσταρχος καὶ τὸ κύριον ὀξύνει. γράφεται δὲ διὰ τοῦ 'ι' τῷ κανόνι τῶν διὰ τοῦ 'ιος' δισυλλάβων ἀρσενικῶν διὰ τοῦ 'ι' γραφομένων. τὸ δὲ ἰός ἐπὶ τοῦ βέλους ἀπὸ φωνήεντος ἄρχεται.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 61 (7.6%) word LCS 11 (6.9%)
Show overlap highlight
…βα παραληγόμενα τῷ 'ι' μακρῷ ἀρχόμενα ἀπὸ τοῦ ἑνὸς ἢ δύο συμφώνων βαρύνεται, πῖος καὶ Πῖος ὄνομα κύριον, Χῖος ὁ πολίτης τῆς Χίου. Θουκυδίδης ὀγδόῃ (c. 5) »Χῖοι καὶ Ἐρυθραῖοι ἀποστῆναι καὶ αὐτοὶ ἕτοιμοι ὄντες«. καὶ Ἡρόδοτος πρώτῃ (c. 142) »Χῖοι καὶ Ἐρυθραῖοι κατὰ τωὐτὸ διαλέγονται«. τὸ 'ι' μακρὸν ὡς τοῦ μήτι »μήτι δ´ ἡνίοχος« (Il. Ψ  318) καὶ τοῦ Θέτι »πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν« (Il. Σ  4…
…ερρονήσῳ. καὶ δʹ ἐν Εὐβοίᾳ. τὸ πρωτότυπον ὄνομα βραχὺ ἔχει τὸ « ι », [τὸ δὲ ἐθνικὸν μακρόν,] ὡς τοῦ μήτι “μήτι δ´ ἡνίοχος”, καὶ τοῦ Θέτι “πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν”, καὶ τοῦ μάστι. Θουκυδίδης ὀγδόῃ “Χῖοι δὲ καὶ Ἐρυθραῖοι ἀποστῆναι καὶ αὐτοὶ ἕτοιμοι ὄντες”. καὶ Ἡρόδοτος πρώτῃ “Χῖοι μὲν καὶ Ἐρυθραῖοι κατὰ τὠυτὸ διαλέγονται”. τὸ κτητικὸν Χιακός, ὡς τοῦ Ῥόδιος Ῥοδιακός, Σάμιος Σαμιακός. οὗτοι δὲ πρῶτοι ἐχρήσαντο θεράπουσιν, ὡς Λακεδαιμόνιοι τοῖς Εἵλωσι καὶ Ἀργεῖοι τοῖς Γυμνησίοις καὶ Σικυώνιοι τοῖς Κ…
char LCS 20 (15.9%) word LCS 5 (22.7%)
Show overlap highlight
…κροὶ καὶ Φθῖοι« (Il. Ν  686). λέγονται καὶ Φθῖες. Φλῖος ὁ Διόνυσος καὶ ὄνομα πόλεως, ὃ διφορεῖται κατὰ τὴν γραφήν, τινὲς μὲν γὰρ διὰ τοῦ 'ι' γράφουσι αὐτό, τινὲς δὲ διὰ τῆς 'ει' διφθόγγου. τὸ κριός ὁ ἐξέχων τῆς ποίμνης παρὰ τὸ κεκρίσθαι τὰς τρίχας σεσημείωται ὀξυνόμενον. τὸ δὲ Κρῖος ὄνομα Τιτᾶνος προπερισπῶσι πρὸς διαστολὴν τοῦ προσηγορικοῦ, ὁ δ…
Λυρνατία, χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλέξανδρος ἐν δευτέρῳ περὶ Λυκίας. τὸ ἐθνικὸν Λυρνατιεύς, ὡς Οἰχαλία Οἰχαλιεύς. Ἀρκάδιος δὲ διὰ τῆς « ει » διφθόγγου.