Prosodia Catholica (Herodian)

Passage 1.112
← Index
1.112
No summary yet
Τὰ εἰς 'ωος' μετὰ προσγεγραμμένου 'ι' δισύλλαβα προπερισπᾶται, Κῷος ὁ πολίτης τῆς Κῶ, σῷος, ὃ διὰ τοῦ 'ι' γράφεσθαί φησι Δίδυμος, ἡ δὲ παράδοσις ἄνευ τοῦ 'ι' οἶδε, Λῷος, Πτῷος Ἀκραιφέως καὶ Εὐξίππης. τὸ δὲ κλῳός, ἀπὸ τοῦ κλοιός ὀξύνεται, καὶ ἔτι τὸ ζῳός καὶ τὸ Τρῳός. Τὰ εἰς 'υιος' σπάνια ὄντα ὀξύνεται, υἱός καὶ γυιός. ταῦτα δὲ οἱ Ἀττικοὶ ἄνευ τοῦ 'ι' γράφουσιν. Τὰ εἰς 'ος' τρισύλλαβα ἁπλᾶ τῷ 'α' μόνῳ παραληγόμενα ὀξύνεται, εἰ μὴ ἡ τρίτη ἀπὸ τέλους φύσει ἢ θέσει μακρὰ εἴη ἢ κατὰ διάστασιν σύμφωνον ἔχοι, ἀγλαός, ἀλαός παρὰ τὸ ἀλῶ τὸ πλανῶμαι· ἀλαός ὁ περιπλανώμενος. Σέλευκος δὲ παρὰ τὸ ἀλάσαι, ὃ σημαίνει τὸ ἐλαττῶσαι ἵν´ ᾖ τὸ ἐλαττωθεὶς τοὺς ὀφθαλμούς. ἄλλοι δὲ ὁ τυφλὸς καὶ ἐστερημένος τοῦ λάειν ἤτοι βλέπειν. Ἀρίσταρχος τὸ παρὰ τῷ ποιητῇ «ἀσπαίροντα λάων» (Od. τ 229) οὕτως ἐξηγεῖται ἀντὶ τοῦ βλέπειν. κεραός, ταναός. Δαναός ὁ πολίτης ὁμοφώνως τῷ οἰκιστῇ. Κραναός, ἀφ´ οὗ ἡ Ἀττικὴ ἐκαλεῖτο Κραναή. Μαλαός, ὃς ἔκτισε Τῆμνον πόλιν τῆς Αἰολίδος. τὸ δὲ ἵλαος καὶ Πίταος Φρὺξ Μίδου φίλος τὴν τρίτην ἀπὸ τέλους μακρὰν ἔχει. τὸ δὲ ...... σύμφωνον κατὰ διάστασιν ἔχει. τὸ δὲ γόαος ἐκ τοῦ γόης γέγονε. Τὸ δὲ Θήβαος, ἄρχαος, Ἄλκαος, πάλαος, Ἄχαος κατ´ ἔνδειαν τοῦ 'ι' γινόμενα Αἰολικά εἰσιν.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.