Prosodia Catholica (Herodian)

Passage 1.114
← Index
1.114
No summary yet
δὲ ὁ λοχεός ἔσται κατ´ ὀξεῖαν τάσιν «ὁ δ´ ἐκ λοχεοῖο πάϊς» (Hesiod. theog. 178). ἀλλ´ οὖν γε βαρυτόνως οἱ πλείους ἀνέγνωσαν πλεονασμὸν ἐκδεξάμενοι τοῦ 'ε', ὥστε παρὰ τὴν λόχου γενικὴν «ἐκ λόχου ἀμπήδησε» (Il. Λ 379) λόχοιο γενέσθαι καὶ λοχέοιο. παρὰ κηδεύω δὲ κηδεός, κελεύω Κελεός ὄνομα κύριον. ὠρεύω Ὠρεός πόλις Εὐβοίας. τούτοις ἀκόλουθον καὶ τὸ θυρεός μὴ παρὰ ῥῆμα γενόμενον. Τὰ εἰς 'τεος' παροξύνεται, εἰ μὴ ἐκ πλεονασμοῦ ἔχοι τὸ 'ε' ἢ κτητικὰ εἴη, ῥητέος, πρακτέος, ἀθροιστέος, μεμπτέος, γραπτέος, λαλητέος, νοητέος, ποιητέος, γνωστέος. τὸ δὲ ἐτεός ὀξύνεται. ἀπὸ γὰρ τοῦ ἐτός ὀξυτόνου, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ἐν πλεονασμῷ τοῦ 'ι' γέγονεν ἐτεός ὀξείᾳ τάσει. ἐπὶ γὰρ τῶν εἰς 'ος' ὀνομάτων ὁ πλεονασμὸς τοῦ 'ε' φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν, κενός κενεός, ἀδελφός ἀδελφεός, δαφοινός δαφοινεός. τὸ δὲ δρακόντεος, γερόντεος κτητικά ἐστι. Τὰ διὰ τοῦ 'αλεος' παραγωγὰ ὑπὲρ τρεῖς συλλαβάς ἐστι καὶ παροξύνεται, χωρὶς εἰ μὴ ἔνδειαν ἔχῃ τοῦ 'ι' ἀπὸ κτητικοῦ ὀνόματος οἷον νηφαλέος, αὐαλέος, σμερδαλέος, θαρσαλέος, σκωπαλέος, δειμαλέος, κερδαλέος, φρικαλέος, ἀργαλέος, φοιταλέος, γηραλέος, λευγαλέος, ὀπταλέος, ἰκμαλέος, ῥωμαλέος, ῥωγαλέος, καρφαλέος, ἁρπαλέος. πρόσκειται «εἰ μὴ ἔχῃ ἔνδειαν τοῦ 'ι' ἀπὸ κτητικοῦ ὀνόματος» διὰ τὸ δαιδάλειος δαιδάλεος, ἔνθεν αἰτιατικὴ «δαιδάλεον θώρηκα» παρὰ τῷ ποιητῇ (Θ 195), κονισάλειος κονισάλεος παρὰ Ἀντιμάχῳ «τὼ δ´ αὖτ´ ἀμφὶ κονισάλεον πεπονήατο δίφρον». ὅσα δὲ ἀπὸ τῶν κτητικῶν ἐγένετο κατ´ ἔνδειαν τοῦ 'ι', καὶ προπαροξύνονται, Ἀγαμεμνόνεος, Ἑκτόρεος, Νεστόρεος, τέλεος, χάλκεος, χρύσεος, τέγεος, κήλεος. Ὑπερβόρεοι, ἔθνος, ὃ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.