Prosodia Catholica (Herodian)

Passage 1.116
← Index
1.116
No summary yet
Βοιώτιά εἰσι καὶ κατὰ τροπὴν τῆς 'αι' διφθόγγου ἐγένετο καὶ προπερισπᾶται καὶ ὀξύνεται. τὸ δὲ ὄρηος καὶ Λύκηος Λακωνικά εἰσι καὶ προπαροξύνεται καὶ αὐτὰ κατὰ τροπὴν τῆς 'ει' διφθόγγου εἰς 'η' γεγονότα. πρόσκειται ἁπλᾶ διὰ τὸ εὔνηος καὶ Ἐχένηος καὶ πολύνηος σύνθετα προπαροξυνόμενα. παρὰ γὰρ τὸ ναῦς νηός συνετέθη. τὸ δὲ πηός καὶ αὐτὸ ἐκ πάθους δισύλλαβον. Τὰ διὰ τοῦ 'διος' προπαροξύνεται, εἰ μὴ τρισύλλαβα ὄντα τριβράχεα εὑρεθῶσι καὶ παροξύτονα πρὸς διαστολὴν κυρίων καὶ ἐπιθέτων, ὥσπερ ἔχει τὸ Ῥοδίος «Κάρησός τε Ῥοδίος τε» (Μ 20) καὶ Σχεδίος «Σχεδίον δ´ ἕλε Λήϊτος ἥρως» (Ζ 35, Ο 515) καὶ Ὁδίος. Τὰ δὲ προπαροξύτονα ταῦτα, ἴδιος, ἀΐδιος, μαψίδιος, παυρίδιος, ἁρμόδιος, νυμφίδιος, φωρίδιος, ἐπιμαστίδιος, ῥηΐδιος, θνητάδιος, κρυπτάδιος, Μυσάδιος, Ὑσσάδιος, μινυνθάδιος, τυμβίδιος, Ἀρκάδιος, ὠμίδιος καὶ ἐπωμίδιος, Ἐξάδιος, Κνίδιος, Ἐχινάδιος, Ἐπιλευκάδιος τὸ ἐθνικὸν καὶ Ἐπιλευκάδιοι πόλις μετὰ Ἀκαρνανίαν· Ἑκαταῖος Εὐρώπῃ. Ἀράδιος, Τενέδιος, Λεβέδιος, Ψωφίδιος· Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ «κάπρος ἦν ἐν τῷ ὄρεϊ καὶ Ψωφιδίους κακὰ πολλὰ ἔοργεν». Αὐλίδιος, Δαυλίδιος, Βουλίδιος, Ἠλίδιος, Μιμνίδιος, Λυχνίδιος, Ἀσπαλαθίδιος, Ἀλγίδιος, Ἰσίνδιος, Σισίνδιος, Ἀλαρόδιος ἔθνος περὶ τὸν Πόντον ὡς Ἡρόδοτός φησιν ( 3, 94. 7, 79). σεσημείωται τὸ ἐρῳδιός ὀξυνόμενον. ἐξηκολούθησε δὲ τοῖς ἐπὶ ὀρνέων. τὰ γὰρ εἰς 'ος' καθαρὰ τῷ 'ι' παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς ἐπὶ ὀρνέων ὀξύνονται, αἰγυπιός, χαραδριός, βομβυλιός. οὕτω καὶ ἐρῳδιός. λέγεται καὶ ῥῳδιός παρὰ Ἱππώνακτι «κνεφαῖος ἐλθὼν ῥῳδιῷ (?) κατηυλίσθην». καὶ ὡς μὲν πρὸς τὴν συνήθειάν ἐστιν ἀφαίρεσις, ὡς δὲ πρὸς τὸν σχηματισμὸν
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 79 (15.8%) word LCS 14 (14.0%)
Show overlap highlight
…, ὠμίδιος καὶ ἐπωμίδιος, Ἐξάδιος, Κνίδιος, Ἐχινάδιος, Ἐπιλευκάδιος τὸ ἐθνικὸν καὶ Ἐπιλευκάδιοι πόλις μετὰ Ἀκαρνανίαν· Ἑκαταῖος Εὐρώπῃ. Ἀράδιος, Τενέδιος, Λεβέδιος, Ψωφίδιος· Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ «κάπρος ἦν ἐν τῷ ὄρεϊ καὶ Ψωφιδίους κακὰ πολλὰ ἔοργεν». Αὐλίδιος, Δαυλίδιος, Βουλίδιος, Ἠλίδιος, Μιμνίδιος, Λυχνίδιος, Ἀσπαλαθίδιος, Ἀλγίδιος, Ἰσίνδιος, Σισίνδιος, Ἀλαρόδιος ἔθνος περὶ τὸν Πόντον ὡς Ἡρόδοτός φησιν…
… Ἀκαρνανίας, ἡ παλαιά λεγομένη ..... ἔστι καὶ τρίτη τῆς Ἀχαΐας. ὁ πολίτης ὤφειλεν εἶναι Ψωφίτης, τῷ τύπῳ τῶν εἰς « ις » ληγόντων. ἀλλὰ γέγονεν ἀπὸ τῆς γενικῆς, ὡς τῆς Ἀρκάδος Ἀρκάδιος καὶ τῆς Αὐλίδος Αὐλίδιος, οὕτω Ψωφῖδος Ψωφίδιος. Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ “κάπρος ἦν ἐν τῷ ὄρεϊ καὶ Ψωφιδίους κακὰ πολλὰ ἔοργεν”. ἔστι καὶ ἑτέρα Ψωφίς πόλις Λιβύης. ὁ πολίτης Ψωφίτης τῷ τῆς χώρας τύπῳ. λέγεται δὲ καὶ ἡ Ζακυνθίων ἀκρόπολις Ψωφίς ὡς Παυσανίας φησὶν ὀγδόῳ περιηγήσεως.
char LCS 45 (62.5%) word LCS 6 (60.0%)
Show overlap highlight
…ς, θνητάδιος, κρυπτάδιος, Μυσάδιος, Ὑσσάδιος, μινυνθάδιος, τυμβίδιος, Ἀρκάδιος, ὠμίδιος καὶ ἐπωμίδιος, Ἐξάδιος, Κνίδιος, Ἐχινάδιος, Ἐπιλευκάδιος τὸ ἐθνικὸν καὶ Ἐπιλευκάδιοι πόλις μετὰ Ἀκαρνανίαν· Ἑκαταῖος Εὐρώπῃ. Ἀράδιος, Τενέδιος, Λεβέδιος, Ψωφίδιος· Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ «κάπρος ἦν ἐν τῷ ὄρεϊ καὶ Ψωφιδίους κακὰ πολλὰ ἔοργεν». Αὐλίδιος, Δαυλίδιος, Βουλίδιος, Ἠλ…
Ἐπιλευκάδιοι, πόλις μετὰ Ἀκαρνανίαν, Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ἐπιλευκάδιος ὁμοίως.