Prosodia Catholica (Herodian)

Passage 1.120
← Index
1.120
List of Greek place-names and ethnic adjectives (demonyms) in forms like -σιος/‑ησιος/‑ᾱσιος, with spelling and accentuation notes and citations (Strabo, Pausanias). Examples: many regional ethnics and variants, discussions of diphthong, double sigma, vowel changes and accent placement.
εὕρηται καὶ Ἐφέσεια διὰ διφθόγγου· οὕτω γὰρ ἐν Ἀλεξάνδρῳ Σοφοκλῆς. Συρακόσσιος διὰ δύο 'σσ' καὶ διὰ τοῦ 'ο', δημόσιος, διαπρύσιος, διακόσιοι, τριακόσιοι, πεντακόσιοι, Ὑπάτιος, Εὐστράτιος, Ἀέτιος, Φιλοίτιος, Μενοίτιος, ὑστάτιος, ὁσσάτιος, Μελέτιος, Ἀχερόντιος, Ἀθανάσιος, Θριάσιος, Τιθράσιος, Ἀναγυράσιος ἀπὸ Ἀναγυροῦντος δήμου. ἐζήτηται δὲ πῶς ἔχει τὸ 'α', ἔδει γὰρ ὡς Ῥαμνούσιος. ἀλλ´ ἔοικε τὸ 'ρ' αἴτιον εἶναι, φιληδοῦν τῇ συντάξει τοῦ 'α'. Ἄσιος ὁ Ζεὺς παρὰ Ἄσον πολίχνιον Κρήτης. Αὐγάσιος ἔθνος Μασσαγετῶν. Στράβων ἑνδεκάτῃ. Βουπράσιος. θαυμάσιος καὶ Θαυμάσιος ἔθνος Ἀρκαδίας. Θηράσιος, Θάσιος, Ἰάσιος, Ἰμβράσιος, Καυκάσιος, Κορυφάσιος, Κραβάσιος, Νικάσιος τὸ ἐθνικὸν καὶ τὸ κύριον. Νυμφάσιος, Ὀρεστάσιος, Παρράσιος, Πτελεάσιος, Ταμάσιος, Φυλάσιος, Φλιάσιος· οὕτω Λακεδαιμόνιοι τῶν μηνῶν ἕνα καλοῦσιν, ἐν ᾧ τοὺς τῆς γῆς καρποὺς ἀκμάζειν συμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆς Φλιοῦντος Φλιούσιος, πλεονασμῷ δὲ τοῦ 'α' Φλιάσιος. Γέσιος κύριον ὄνομα ἐπιχωριάζον ἐν Πέτραις Ἀραβίας. ἔοικε δὲ Γεήσιος προϋπάρχειν ὡς τὸ Ἰθακήσιος καὶ κατὰ συγκοπὴν Γέσιος. Ἐρέσιος, Ἀκακήσιος, Ἀκελήσιος, ὡς Μενδήσιος, Ἀκυλήσιος. Ἀλήσιος «οὐ γὰρ Ἀλήσιοί ἐστε» Εὐφορίων. Ἁλοννήσιος, Προκοννήσιος, Ἁλωνήσιος, Χερσονήσιος. Ἑκαταῖος Εὐρώπῃ «Ἀψινθίοισι πρὸς μεσημβρίην ὁμορέουσι Χερσονήσιοι», οὗ τὸ θηλυκὸν Εὐριπίδης «ὃς τὴν ἀρίστην Χερσονησίαν πλάκα» (Hec. 8). Φαγρήσιος, Ἀρήσιος, Βερήσιος, Ἀδρυμήσιος, Γαλλήσιος, Ἑλικήσιος. Εὐθρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. Ἰθακήσιος, Καρπήσιος ἔθνος Ἰβηρικόν. Κορήσιος, Κρεμήσιος, Κρήσιος, Κυνήσιος, Λιθήσιος ὁ Ἀπόλλων ἐν τῷ Μαλέα λίθῳ προσιδρυμένος ἐκεῖ. Ῥιανὸς ἐν Ἠλιακῶν τρίτῳ. Μαραθήσιος, Μιλήσιος ὃ σεσημείωται ἐν τοπικοῖς, ὅτι ἐτράπη τὸ 'ι'. Μυήσιος, Μυκαλήσιος, Νεδεήσιος, Πολυήσιοι πόλις καὶ οἱ πολῖται ὡς Λοκροί Δελφοί. Ποτιολήσιος, Πυδήσιος, Μαγνήσιος, Σαλλήσιοι μοῖρα Παιόνων. Στρυμήσιος. Τιταρήσιος ποταμὸς Θεσσαλίας καὶ τὸ ἐθνικὸν ὁμοφώνως. χαρίσιος, Προβαλίσιος, Χαδίσιος, Χαλίσιος, Ἐπικηφίσιος, Ἀρτεμίσιος, Θεοδόσιος, Ὀλοβύσιος ἔθνος περὶ Ἡρακλείων στηλῶν. Νύσιος, Ἀμαρύσιος ὡς Τρικορύσιος. οὕτω γὰρ Παυσανίας ἐν πρώτῃ ( 31, 5). λέγεται καὶ Ἀμαρύνθιος.
It is also found Ἐφέσεια with a diphthong; for thus Sophocles in the Alexander. Συρακόσσιος with two ‘σσ’ and with ‘ο’: δημόσιος, διαπρύσιος, διακόσιοι, τριακόσιοι, πεντακόσιοι, Ὑπάτιος, Εὐστράτιος, Ἀέτιος, Φιλοίτιος, Μενοίτιος, ὑστάτιος, ὁσσάτιος, Μελέτιος, Ἀχερόντιος, Ἀθανάσιος, Θριάσιος, Τιθράσιος, Ἀναγυράσιος from the deme Ἀναγυροῦς. But it has been asked how the ‘α’ stands; for it ought to be as in Ῥαμνούσιος. But the ‘ρ’ seems to be the cause, being fond of the combination with ‘α’. Ἄσιος, Zeus, from Ἄσος, a small town of Crete. Αὐγάσιος, a tribe of the Massagetae, as Strabo in the eleventh. Βουπράσιος. θαυμάσιος; and Θαυμάσιος, a tribe of Arcadia. Θηράσιος, Θάσιος, Ἰάσιος, Ἰμβράσιος, Καυκάσιος, Κορυφάσιος, Κραβάσιος, Νικάσιος, both the ethnic and the proper name. Νυμφάσιος, Ὀρεστάσιος, Παρράσιος, Πτελεάσιος, Ταμάσιος, Φυλάσιος, Φλιάσιος: thus the Lacedaemonians call one of the months, in which it has happened that the fruits of the earth come to their prime. But from Φλιοῦς it ought to be Φλιούσιος; but by addition of ‘α’, Φλιάσιος. Γέσιος, a proper name current locally in Petrae of Arabia. But Γεήσιος seems to have existed earlier, like Ἰθακήσιος, and by syncope Γέσιος. Ἐρέσιος, Ἀκακήσιος, Ἀκελήσιος, as Μενδήσιος, Ἀκυλήσιος. Ἀλήσιος: “for you are not Ἀλήσιοι,” Euphorion. Ἁλοννήσιος, Προκοννήσιος, Ἁλωνήσιος, Χερσονήσιος. Hecataeus in the Europa: “toward the south the Chersonesians border upon the Ἀψινθίοι,” of which the feminine Euripides: “who (dwells on) the best Chersonesian slab” (Hec. 8). Φαγρήσιος, Ἀρήσιος, Βερήσιος, Ἀδρυμήσιος, Γαλλήσιος, Ἑλικήσιος. Εὐθρήσιοι, a city of Arcadia and not an ethnic. Ἰθακήσιος; Καρπήσιος, an Iberian tribe. Κορήσιος, Κρεμήσιος, Κρήσιος, Κυνήσιος, Λιθήσιος—Apollo established there upon the stone at Malea. Rhianus in the third book of the Eliaca. Μαραθήσιος; Μιλήσιος, which has been noted in the local forms, because the ‘ι’ has been changed. Μυήσιος, Μυκαλήσιος, Νεδεήσιος; Πολυήσιοι, a city, and the citizens likewise, as Λοκροί, Δελφοί. Ποτιολήσιος, Πυδήσιος, Μαγνήσιος; Σαλλήσιοι, a division of the Paeonians. Στρυμήσιος. Τιταρήσιος, a river of Thessaly, and the ethnic likewise, with the same sound. χαρίσιος, Προβαλίσιος, Χαδίσιος, Χαλίσιος, Ἐπικηφίσιος, Ἀρτεμίσιος, Θεοδόσιος; Ὀλοβύσιος, a tribe near the Pillars of Heracles. Νύσιος; Ἀμαρύσιος, as Τρικορύσιος; for thus Pausanias in the first (31, 5). It is also said Ἀμαρύνθιος.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 101 (21.2%) word LCS 20 (22.7%)
Show overlap highlight
…ιος, Κραβάσιος, Νικάσιος τὸ ἐθνικὸν καὶ τὸ κύριον. Νυμφάσιος, Ὀρεστάσιος, Παρράσιος, Πτελεάσιος, Ταμάσιος, Φυλάσιος, Φλιάσιος· οὕτω Λακεδαιμόνιοι τῶν μηνῶν ἕνα καλοῦσιν, ἐν ᾧ τοὺς τῆς γῆς καρποὺς ἀκμάζειν συμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆς Φλιοῦντος Φλιούσιος, πλεονασμῷ δὲ τοῦ 'α' Φλιάσιος. Γέσιος κύριον ὄνομα ἐπιχωριάζον ἐν Πέτραις Ἀραβίας. ἔοικε δὲ Γεήσιος προϋπάρχειν ὡς τὸ Ἰθακήσιος καὶ κατὰ συγκοπὴν Γέσιος. Ἐρέσιος, Ἀκακήσιος, Ἀκελήσιος, ὡς Μ…
…αὶ τὸ ἐθνικὸν Φλιούντιος ἢ Φλιούσιος. Φιλήτας δέ φησι Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱός Φλιοῦς ἣν αὐτὸς δείματο λευκολόφος. ὠνόμασται δὲ παρὰ τὸ φλεῖν, ὅ ἐστιν εὐκαρπεῖν. Λακεδαιμόνιοι δὲ τῶν μηνῶν ἕνα Φλιάσιον καλοῦσιν, ἐν ᾧ τοὺς τῆς γῆς καρποὺς ἀκμάζειν συμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆς Φλιοῦντος Φλιούσιος, πλεονασμῷ δὲ τοῦ « α » Φλιάσιος. καὶ Τίμων ὁ περὶ σίλλων γεγραφὼς Φλιάσιος ἐχρημάτιζε. τὸ θηλυκὸν Φλιουντία καὶ Φλιουντίς.
char LCS 83 (35.6%) word LCS 21 (44.7%)
Show overlap highlight
…πάτιος, Εὐστράτιος, Ἀέτιος, Φιλοίτιος, Μενοίτιος, ὑστάτιος, ὁσσάτιος, Μελέτιος, Ἀχερόντιος, Ἀθανάσιος, Θριάσιος, Τιθράσιος, Ἀναγυράσιος ἀπὸ Ἀναγυροῦντος δήμου. ἐζήτηται δὲ πῶς ἔχει τὸ 'α', ἔδει γὰρ ὡς Ῥαμνούσιος. ἀλλ´ ἔοικε τὸ 'ρ' αἴτιον εἶναι, φιληδοῦν τῇ συντάξει τοῦ 'α'. Ἄσιος ὁ Ζεὺς παρὰ Ἄσον πολίχνιον Κρήτης. Αὐγάσιος ἔθνος Μασσαγετῶν. Στράβων ἑνδεκάτῃ. Βουπράσιος. θαυμάσιος καὶ Θαυμάσιος ἔθνος Ἀρκαδίας. Θηράσιος, Θάσιος, Ἰ…
Ἀναγυροῦς, δῆμος Ἐρεχθηίδος φυλῆς. ὁ δημότης Ἀναγυρουντόθεν, ὁμοίως τῇ ἐκ τόπου, καὶ Ἀναγυροῦντάδε εἰς τόπον, καὶ ἐν τόπῳ Ἀναγυροῦντι. λέγεται καὶ Ἀναγυράσιος. ἐζήτηται δὲ πῶς ἔχει τὸ « α », ἔδει γὰρ ὡς Ῥαμνούσιος· ἀλλ´ ἔοικε τὸ « ρ » αἴτιον εἶναι, φιληδοῦν τῇ συντάξει τοῦ « α ». εἰς τὸ Φλιοῦς Φλιάσιος.
char LCS 60 (23.0%) word LCS 11 (22.0%)
Show overlap highlight
…οὺς τῆς γῆς καρποὺς ἀκμάζειν συμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆς Φλιοῦντος Φλιούσιος, πλεονασμῷ δὲ τοῦ 'α' Φλιάσιος. Γέσιος κύριον ὄνομα ἐπιχωριάζον ἐν Πέτραις Ἀραβίας. ἔοικε δὲ Γεήσιος προϋπάρχειν ὡς τὸ Ἰθακήσιος καὶ κατὰ συγκοπὴν Γέσιος. Ἐρέσιος, Ἀκακήσιος, Ἀκελήσιος, ὡς Μενδήσιος, Ἀκυλήσιος. Ἀλήσιος «οὐ γὰρ Ἀλήσιοί ἐστε» Εὐφορίων. Ἁλοννήσιος, Προκοννήσιος, Ἁλωνήσιος, Χερσονήσιος. Ἑκαταῖος Εὐρ…
… Ἀραβίᾳ, ὡς Γλαῦκος ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ. τὸ ἐθνικὸν Γέιος. ἐν Πέτραις δ´ ἐπιχωριάζειν κύριον ὄνομα τὸ Γέσιος. ὅθεν ἦν ὁ περιφανὴς τῶν ἰατρῶν σοφιστής, ἴσως ἐντεῦθεν κεκλημένος. κατὰ ἀναλογίαν δ´ ἔδει Γεάτης ὡς Τεγεάτης. ἔοικε δὲ Γεήσιος προϋπάρχειν, ὡς τὸ Ἰθακήσιος, καὶ κατὰ συγκοπὴν Γέσιος.
char LCS 55 (5.0%) word LCS 10 (4.8%)
Show overlap highlight
εὕρηται καὶ Ἐφέσεια διὰ διφθόγγου· οὕτω γὰρ ἐν Ἀλεξάνδρῳ Σοφοκλῆς. Συρακόσσιος διὰ δύο 'σσ' καὶ διὰ τοῦ 'ο', δημόσιος, διαπρύσιος, διακόσιοι, τριακόσιοι, πεντακόσιοι, Ὑπάτιος, Εὐστράτιος, Ἀέτιος, Φιλοίτιος, Μενοίτιος, ὑστάτιο…
…ὸν ἀοιδοτάτην. κεῖνα δὲ κύμασι πάντα κυλινδομένοισιν ὁμοῖα εἰς ἅλα σὺν ποταμοῖς ἔδραμε πεπταμένοις. ἔστι καὶ Ἔφεσος νῆσος ἐν τῷ Νείλῳ, καὶ Χίος καὶ Λέσβος καὶ Κύπρος καὶ Σάμος καὶ ἄλλαι, ὡς Ἑκαταῖος. τὸ ἐθνικὸν Ἐφέσιος. εὕρηται καὶ Ἐφέσεια διὰ διφθόγγου. οὕτω γὰρ ἐν Ἀλεξάνδρῳ Σοφοκλῆς. λέγεται καὶ Ἐφεσίτης, ὡς Ἅβρων φησί, καὶ Ἐφεσεύς, ὡς Ταρσός Ταρσεύς, Ἁλικαρνασσός Ἁλικαρνασσεύς.
char LCS 52 (50.0%) word LCS 10 (47.6%)
Show overlap highlight
…ήσιος, Ἀδρυμήσιος, Γαλλήσιος, Ἑλικήσιος. Εὐθρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. Ἰθακήσιος, Καρπήσιος ἔθνος Ἰβηρικόν. Κορήσιος, Κρεμήσιος, Κρήσιος, Κυνήσιος, Λιθήσιος ὁ Ἀπόλλων ἐν τῷ Μαλέα λίθῳ προσιδρυμένος ἐκεῖ. Ῥιανὸς ἐν Ἠλιακῶν τρίτῳ. Μαραθήσιος, Μιλήσιος ὃ σεσημείωται ἐν τοπικοῖς, ὅτι ἐτράπη τὸ 'ι'. Μυήσιος, Μυκαλήσιος, Νεδεήσιος, Πολυήσιοι πόλις καὶ οἱ πολῖται ὡς Λοκροί Δ…
Λιθήσιος, ὁ Ἀπόλλων ἐν τῷ Μαλέα λίθῳ προσιδρυμένος ἐκεῖ. Ῥιανὸς Ἠλιακῶν τρίτῳ. ὡς γὰρ ἀπὸ τοῦ Μάραθος Μαραθήσιος, οὕτω καὶ τοῦτο.
char LCS 46 (4.5%) word LCS 8 (4.3%)
Show overlap highlight
…λήσιος «οὐ γὰρ Ἀλήσιοί ἐστε» Εὐφορίων. Ἁλοννήσιος, Προκοννήσιος, Ἁλωνήσιος, Χερσονήσιος. Ἑκαταῖος Εὐρώπῃ «Ἀψινθίοισι πρὸς μεσημβρίην ὁμορέουσι Χερσονήσιοι», οὗ τὸ θηλυκὸν Εὐριπίδης «ὃς τὴν ἀρίστην Χερσονησίαν πλάκα» (Hec. 8). Φαγρήσιος, Ἀρήσιος, Βερήσιος, Ἀδρυμήσιος, Γαλλήσιος, Ἑλικήσιος. Εὐθρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. Ἰθακήσιος, Καρπήσιος ἔθνος Ἰβηρικόν. Κορήσ…
…ρσονήσου”. καὶ τὸν πολίτην Χερρονήσιόν φησιν “Ἀψινθίοισι πρὸς μεσαμβρίην ὁμουρέουσι [Χερσονήσιοι. Ἡρόδοτος δέ] “Χερσονησῖται ἀπὸ τῶν πύργων ἐσημήναντο τοῖσι Ἀθηναίοισι τὸ γεγονός”. τούτους καὶ ... Χερρονησίους λέγει. ὧν τὸ θηλυκὸν Εὐριπίδης “ὃς τὴν ἀρίστην Χερσονησίαν πλάκα”. ἔστι καὶ γʹ πόλις τῆς Ταυρικῆς. Ἡρόδοτος τετάρτῃ “νέμεται τὸ Ταυρικὸν ἔθνος μέχρι Χερσονήσου τῆς τρηχείης καλεομένης”. τὸ ἐθνικὸν ταύτης Χερρονησίτης. δʹ Χερρόνησος κατὰ Κρήτην νῆσον ἔχουσα πολισμάτιον ὁμώνυμον. Ξενίω…
char LCS 45 (29.0%) word LCS 8 (27.6%)
Show overlap highlight
…εσσαλίας καὶ τὸ ἐθνικὸν ὁμοφώνως. χαρίσιος, Προβαλίσιος, Χαδίσιος, Χαλίσιος, Ἐπικηφίσιος, Ἀρτεμίσιος, Θεοδόσιος, Ὀλοβύσιος ἔθνος περὶ Ἡρακλείων στηλῶν. Νύσιος, Ἀμαρύσιος ὡς Τρικορύσιος. οὕτω γὰρ Παυσανίας ἐν πρώτῃ ( 31, 5). λέγεται καὶ Ἀμαρύνθιος.
Ἀμάρυνθος, νῆσος Εὐβοίας, ἀπό τινος κυνηγοῦ τῆς Ἀρτέμιδος Ἀμαρύνθου. τὸ ἐθνικὸν Ἀμαρύνθιος καὶ Ἀμαρύσιος ὡς Τρικορύσιος· οὕτω γὰρ Παυσανίας ἐν πρώτῃ. ἀναλογώτερον δέ μοι δοκεῖ τὸ διὰ τοῦ « σ ».
char LCS 36 (64.3%) word LCS 7 (63.6%)
Show overlap highlight
… Μαλέα λίθῳ προσιδρυμένος ἐκεῖ. Ῥιανὸς ἐν Ἠλιακῶν τρίτῳ. Μαραθήσιος, Μιλήσιος ὃ σεσημείωται ἐν τοπικοῖς, ὅτι ἐτράπη τὸ 'ι'. Μυήσιος, Μυκαλήσιος, Νεδεήσιος, Πολυήσιοι πόλις καὶ οἱ πολῖται ὡς Λοκροί Δελφοί. Ποτιολήσιος, Πυδήσιος, Μαγνήσιος, Σαλλήσιοι μοῖρα Παιόνων. Στρυμήσιος. Τιταρήσιος ποταμὸς Θεσσαλίας καὶ τὸ ἐθνικὸν ὁμοφώνως. χαρίσιος, Προβαλίσιος, Χαδίσιος, …
Πολήσιοι, πόλις καὶ οἱ πολῖται, ὡς Λοκροί Δελφοί οἱ οἰκήτορες ὁμοίως.
char LCS 32 (9.3%) word LCS 5 (7.7%)
Show overlap highlight
…ὁμορέουσι Χερσονήσιοι», οὗ τὸ θηλυκὸν Εὐριπίδης «ὃς τὴν ἀρίστην Χερσονησίαν πλάκα» (Hec. 8). Φαγρήσιος, Ἀρήσιος, Βερήσιος, Ἀδρυμήσιος, Γαλλήσιος, Ἑλικήσιος. Εὐθρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. Ἰθακήσιος, Καρπήσιος ἔθνος Ἰβηρικόν. Κορήσιος, Κρεμήσιος, Κρήσιος, Κυνήσιος, Λιθήσιος ὁ Ἀπόλλων ἐν τῷ Μαλέα λίθῳ προσιδρυμένος ἐκεῖ. Ῥιανὸς ἐν Ἠλιακῶν τρίτῳ. …
…υσαν, ἣν ἐτείχισε Ζῆθος καὶ Ἀμφίων. ἐκλήθη δὲ Εὔτρησις διὰ τὸ πολλαῖς αὐτὴν πρότερον χρήσασθαι ῥύμαις, ὡς Ἐπαφρόδιτος. ὁ κωμήτης Εὐτρησίτης, ἀφ´ οὗ Ἀπόλλων Εὐτρησίτης· καὶ ἱερὸν αὐτοῦ καὶ μαντεῖον ἐνδοξότατον. τὸ γὰρ Εὐτρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. ἔστι δὲ καὶ εἰς τόπον ἐπίρρημα Εὔτρησίνδε, ὡς Μενέλαος.