Prosodia Catholica (Herodian)

Passage 1.122
← Index
1.122
No summary yet
Βοιώτιος, Στράτιος, Μυτιστράτιος, Μαδύτιος, Σαββάτιος, Συβότιος, Φοίτιος υἱὸς Ἀλκμέωνος τοῦ Ἀμφιαράου καὶ τὸ ἐθνικόν, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωϊκοῖς. Ἐλεύτιος ἔθνος τῆς Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. Πευκέτιος ἔθνος περὶ τὸ Ἰόνιον πέλαγος. Ἡρόδωρος δὲ καὶ Πευκετεῖς αὐτοὺς καλεῖ. Αἰπύτιος «Αἰπύτιον παρὰ τύμβον» (Il. Β 604). Ἀκύτιος, Βρέττιος, Βρούττιος. τὸ δὲ πλησίος καὶ ἀντίος σεσημείωται. Σκοτίος, Κλυτίος κύρια καὶ τριβράχεα καὶ τὸ Φρασίος. Τὰ διὰ τοῦ 'ιος' καθαρὰ πρὸ τοῦ 'ι' 'η' ἢ 'ω' ἔχοντα προπαροξύνονται. καὶ τὰ μὲν κατὰ διάλυσιν ἀπὸ τῶν διὰ τοῦ 'ειος' καὶ ἔκτασιν τοῦ 'ε' εἰς τὸ 'η' γίνονται, νήϊος, δήϊος ἐκ τοῦ δέϊος, γήϊος, Τήϊος, ἀφ´ οὗ «Πρωταγόρας ὁ Τήϊος». Κήϊος, βασιλήϊος, Ἰλιήϊος, χαλκήϊος, Ὀδυσσήϊος, ἀρχήϊος, Παταρήϊος, Πυθήϊος, Λυρκήϊος, Αἰολήϊος, Μινυήϊος, Τριχωνήϊος, Ἁλήϊος «Ἁλήϊον πεδίον». τὰ δὲ ἀπὸ πλεονασμοῦ ἔχει τὸ 'η' κατὰ τὴν τρίτην συλλαβήν, πολεμήϊος, ποιμνήϊος, ταφήϊος. τὸ δὲ Νυσήϊον (Il. Ζ 133) ἀμφίβολον· εἰ μὲν γὰρ παρὰ τὸ Νύσιον, πλεονασμὸς τοῦ 'η'. εἰ δὲ παρὰ τὸ Νῦσα, ὤφειλεν εἶναι Νύσειον, ἀλλ´ ὥσπερ παρὰ τὸ ἄρειον ἀρήϊον αὐξήσει γέγονεν, οὕτως Νυσήϊον· ὥστε δύναται διαίρεσις εἶναι καὶ ἐπέκτασις, ἀλλ´ οὐ πλεονασμός. τὸ δὲ αἰζήϊος ἐπλεόνασε τὸ 'ι', οὐ τὸ 'η'. τὰ δὲ εἰς 'ιος' τὸ 'ω' κατὰ τὴν τρίτην συλλαβὴν ἔχοντα ἀπὸ τῶν διὰ τοῦ 'ῳος' κατὰ διάλυσιν γίνονται, Κῷος καὶ Κώϊος, Μινῷος καὶ Μινώϊος, λώϊος, πατρώϊος, ἡρώϊος, Τρώϊος, Λητώϊος. τὸ δὲ Ὁμολώϊος «Ζεὺς Ὁμολώϊος» ἐστὶ κατὰ πλεονασμὸν τοῦ 'ω'. Ἔτι τὰ εἰς 'ιος' μὴ καθαρὰ τῷ 'η' ἢ τῷ 'ω' παραληγόμενα βαρύνεται, ἤπιος, Ἀλμώπιος, Συώπιος ἔθνος προσεχὲς τοῖς Λιβυρνοῖς,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 34 (25.6%) word LCS 6 (26.1%)
Show overlap highlight
… υἱὸς Ἀλκμέωνος τοῦ Ἀμφιαράου καὶ τὸ ἐθνικόν, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωϊκοῖς. Ἐλεύτιος ἔθνος τῆς Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. Πευκέτιος ἔθνος περὶ τὸ Ἰόνιον πέλαγος. Ἡρόδωρος δὲ καὶ Πευκετεῖς αὐτοὺς καλεῖ. Αἰπύτιος «Αἰπύτιον παρὰ τύμβον» (Il. Β  604). Ἀκύτιος, Βρέττιος, Βρούττιος. τὸ δὲ πλησίος καὶ ἀντίος σεσημείωται. Σκοτίος, Κλυτίος κύρια καὶ τριβράχεα καὶ τὸ …
Πευκέτιοι, ἔθνος περὶ τὸ Ἰόνιον πέλαγος. τὸ ἐθνικὸν Πευκετιεύς, ὡς τοῦ Δουλίχιον τὸ Δουλιχιεύς. Ἡρόδωρος δὲ καὶ Πευκετεῖς αὐτοὺς καλεῖ. καὶ ἐπιθετικῶς Πευκέτιος.
char LCS 30 (56.6%) word LCS 5 (55.6%)
Show overlap highlight
Βοιώτιος, Στράτιος, Μυτιστράτιος, Μαδύτιος, Σαββάτιος, Συβότιος, Φοίτιος υἱὸς Ἀλκμέωνος τοῦ Ἀμφιαράου καὶ τὸ ἐθνικόν, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωϊκοῖς. Ἐλεύτιος ἔθνος τῆς Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. Πευκέτιος ἔθνος περὶ τὸ Ἰόνιον πέλαγος. Ἡρόδωρος δὲ καὶ Πευκετεῖς αὐτοὺς καλεῖ. Αἰπύτιος «Αἰπύτιον παρὰ τύμβον» (Il. Β  604). Ἀκύτιος, Βρέττιος, Βρούττιος. τὸ…
Ἐλεύτιοι, ἔθνος τῆς Ἰαπυγίας, Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν ὁμοίως.
char LCS 27 (4.7%) word LCS 6 (5.1%)
Show overlap highlight
…ῦ 'ι' 'η' ἢ 'ω' ἔχοντα προπαροξύνονται. καὶ τὰ μὲν κατὰ διάλυσιν ἀπὸ τῶν διὰ τοῦ 'ειος' καὶ ἔκτασιν τοῦ 'ε' εἰς τὸ 'η' γίνονται, νήϊος, δήϊος ἐκ τοῦ δέϊος, γήϊος, Τήϊος, ἀφ´ οὗ «Πρωταγόρας ὁ Τήϊος». Κήϊος, βασιλήϊος, Ἰλιήϊος, χαλκήϊος, Ὀδυσσήϊος, ἀρχήϊος, Παταρήϊος, Πυθήϊος, Λυρκήϊος, Αἰολήϊος, Μινυήϊος, Τριχωνήϊος, Ἁλήϊος «Ἁλήϊον πεδίον». τὰ δὲ ἀπὸ πλεονασμ…
…ει τὸν λαόν, ἀθύρουσα οἷα δὴ παῖς ἐκ λίθων οἰκίαν δειμαμένη ἔλεγεν “ἕως σὺ χῶρον ἐσκόπεις, τέως ἐγὼ πόλιν σοι ἐδειμάμην”. καὶ διὰ τοῦτο ἡ πόλις οὕτως ὠνομάσθη. τὸ ἐθνικὸν Τήιος. ἔστι γὰρ πρῶτον Τέιος καὶ Τεῖος καὶ ἰωνικῶς Τήιος. ἀφ´ οὗ “Πρωταγόρας ὁ Τήιος”. καὶ Σκυθῖνος ἰάμβων ποιητὴς Τήιος. καὶ θηλυκῶς Τηία. ἔστι καὶ ἑτέρα πόλις ἐν Δυρβαίοις τῆς Σκυθίας, ἐν ᾗ λέγουσι λίμνην ἰχθύων ἔχουσαν πλῆθος, ἀφ´ ὧν εὐδίας γινομένης ἔλαιον ἐπιπολάζει τοσοῦτον, ὅσον ἀρύεσθαι αὐτὸ ταῖς χε…
char LCS 25 (17.5%) word LCS 5 (20.0%)
Show overlap highlight
Βοιώτιος, Στράτιος, Μυτιστράτιος, Μαδύτιος, Σαββάτιος, Συβότιος, Φοίτιος υἱὸς Ἀλκμέωνος τοῦ Ἀμφιαράου καὶ τὸ ἐθνικόν, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωϊκοῖς. Ἐλεύτιος ἔθνος τῆς Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. Πευκέτιος ἔθνος περὶ τὸ Ἰόνιον πέλαγος. Ἡρόδωρος δὲ καὶ Πευκετεῖς αὐτοὺς καλεῖ. Αἰπύτιος «Αἰπύτιον παρὰ τύμβον» …
Φοιτίαι, πόλις Ἀκαρνανίας, ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον καὶ τὸ ἐθνικὸν Φοιτιεύς καὶ Φοίτιοι, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωικοῖς.
char LCS 22 (20.6%) word LCS 5 (26.3%)
Show overlap highlight
…οντα ἀπὸ τῶν διὰ τοῦ 'ῳος' κατὰ διάλυσιν γίνονται, Κῷος καὶ Κώϊος, Μινῷος καὶ Μινώϊος, λώϊος, πατρώϊος, ἡρώϊος, Τρώϊος, Λητώϊος. τὸ δὲ Ὁμολώϊος «Ζεὺς Ὁμολώϊος» ἐστὶ κατὰ πλεονασμὸν τοῦ 'ω'. Ἔτι τὰ εἰς 'ιος' μὴ καθαρὰ τῷ 'η' ἢ τῷ 'ω' παραληγόμενα βαρύνεται, ἤπιος, Ἀλμώπιος, Συώπιος ἔθνος προσεχὲς τοῖς Λιβυρνοῖς,
Ὁμόλιον, πόλις Μακεδονίας καὶ Μαγνησίας. Στράβων ἑβδόμῃ. τὸ ἐθνικὸν Ὁμολιεύς. τὸ δὲ Ὁμολώϊον τεμενικόν ἐστι κατὰ πλεονασμὸν τοῦ « ω ».