Prosodia Catholica (Herodian)

Passage 1.123
← Index
1.123
No summary yet
ὡς Ἑκαταῖος Εὐρώπῃ. τὸ δὲ Ἀσκληπιός ὀξύνεται. τὸν δὲ παραλόγως ὀξύνεσθαι δοκοῦντα Ἀσκληπιόν ὁ Δημοσθένης ἐθεράπευσεν, Ἀσκλήπιον προπαροξυτόνως τολμήσας προφέρειν αὐτόν, ὡς καὶ Πλούταρχος ἱστορεῖ. Τὰ εἰς 'λιος' ὑπερτρισύλλαβα προπαροξύνεται, εἰ μὴ ὀρνέου κατηγοροίη, ἐνάλιος, Παράλιος, Δενθάλιος καὶ Δενθάλιοι πόλις μία τῶν περιμαχήτων Μεσσηνίοις καὶ Λακεδαιμονίοις, Κυάλιος, Φαρσάλιος καὶ Φαρράλιος διὰ δύο 'ρρ' ὡς Μυρρίνη καὶ κόρρη καὶ «ἐπὶ κόρρης». Μαινάλιος, Οἰχάλιος, Πατάλιος, Δασάλιος ὁ Διόνυσος, θεμέλιος, ἠέλιος, νυκτέλιος, ἀεικέλιος, κειμήλιος, γαμήλιος, Ταργήλιος, ἀπατήλιος. Τήλιος ὄνομα ἔθνους· Ἀνδροτίων ἕκτῳ Ἀτθίδος. Ὀλβήλιος, Ῥακήλιος, Αἰγίλιος, Πραξίλιος, ἐμφύλιος· λέγεται καὶ φύλιος ἄνευ τοῦ ἐν, Παμφύλιος, Τριφύλιος, Μασύλιος, ἔθνος Λιβυκόν. Ἀπολλόδωρος βʹ. Πολύβιος ἐν τῷ ἑβδόμῳ Μασυλεῖς αὐτούς φησι. Οἰτύλιος, Αἰτώλιος, ἀποφώλιος, Ὀκώλιος. τὸ μέντοι λαλιός, πελιός ὁ πολιός, σκολιός, φαλιός ὁ λευκομέτωπος, βαλιός ὡς τρισύλλαβα ὀξύνεται. τὸ δὲ Βαλίος ἐπὶ κυρίου παροξύνεται, τὸ δὲ Ἅλιος κύριον προπαροξύνει ἡ συνήθης ἀνάγνωσις. τὸ δὲ Κώλιος αὔλιος ἐστὶ τοπικά. τὸ δὲ αἰγωλιός ὁ ἐρῳδιός, ἑδωλιός, βομβυλιός ὡς ἐπὶ ὀρνέων κατηγορούμενα ὀξύνεται. Τὰ ἀπὸ ἐνεστώτων γενόμενα εἰς 'ιος' προπαροξύνεται, αἰτῶ αἴτιος, ἁρμόζω ἁρμόδιος, ἀρκῶ ἄρκιος, ἀρτῶ ἄρτιος. τὸ δὲ ἀντῶ ἀντίος σεσημείωται παροξυνόμενον. ὤφειλε δὲ καὶ διὰ τῆς 'ει' διφθόγγου
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 58 (79.5%) word LCS 8 (72.7%)
Show overlap highlight
…νως τολμήσας προφέρειν αὐτόν, ὡς καὶ Πλούταρχος ἱστορεῖ. Τὰ εἰς 'λιος' ὑπερτρισύλλαβα προπαροξύνεται, εἰ μὴ ὀρνέου κατηγοροίη, ἐνάλιος, Παράλιος, Δενθάλιος καὶ Δενθάλιοι πόλις μία τῶν περιμαχήτων Μεσσηνίοις καὶ Λακεδαιμονίοις, Κυάλιος, Φαρσάλιος καὶ Φαρράλιος διὰ δύο 'ρρ' ὡς Μυρρίνη καὶ κόρρη καὶ «ἐπὶ κόρρης». Μαινάλιος, Οἰχάλιος, Πατάλιος, Δασάλιος  ὁ Διόνυσος, θεμέλιος, ἠέλιος, νυ…
Δενθάλιοι, πόλις μία τῶν περιμαχήτων Μεσσηνίοις καὶ Λακεδαιμονίοις. τὸ ἐθνικὸν ὅμοιον.
char LCS 49 (30.4%) word LCS 12 (38.7%)
Show overlap highlight
…προπαροξύνεται, εἰ μὴ ὀρνέου κατηγοροίη, ἐνάλιος, Παράλιος, Δενθάλιος καὶ Δενθάλιοι πόλις μία τῶν περιμαχήτων Μεσσηνίοις καὶ Λακεδαιμονίοις, Κυάλιος, Φαρσάλιος καὶ Φαρράλιος διὰ δύο 'ρρ' ὡς Μυρρίνη καὶ κόρρη καὶ «ἐπὶ κόρρης». Μαινάλιος, Οἰχάλιος, Πατάλιος, Δασάλιος  ὁ Διόνυσος, θεμέλιος, ἠέλιος, νυκτέλιος, ἀεικέλιος, κειμήλιος, γαμήλιος, Ταργήλιος, ἀπατήλιος. Τήλιος ὄνομα ἔθνους· …
Φάρσαλος, πόλις Θεσσαλίας, ἀπὸ Φαρσάλου τοῦ Ἀκρισίου. τὸ ἐθνικὸν Φαρσάλιος καὶ Φαρσαλίς καὶ Φαρσαλία. ἔστι καὶ Παμφυλίας πόλις. λέγεται καὶ Φαρράλιος διὰ δύο « ρρ », ὡς Μυρρίνη καὶ κόρρη καί “ἐπὶ κόρρης”.
char LCS 48 (70.6%) word LCS 9 (75.0%)
Show overlap highlight
…νους· Ἀνδροτίων ἕκτῳ Ἀτθίδος. Ὀλβήλιος, Ῥακήλιος, Αἰγίλιος, Πραξίλιος, ἐμφύλιος· λέγεται καὶ φύλιος ἄνευ τοῦ ἐν, Παμφύλιος, Τριφύλιος, Μασύλιος, ἔθνος Λιβυκόν. Ἀπολλόδωρος βʹ. Πολύβιος ἐν τῷ ἑβδόμῳ Μασυλεῖς αὐτούς φησι. Οἰτύλιος, Αἰτώλιος, ἀποφώλιος, Ὀκώλιος. τὸ μέντοι λαλιός, πελιός ὁ πολιός, σκολιός, φαλιός ὁ λευκομέτωπος, βαλιός ὡς τρισύλλαβα ὀξύνεται. τὸ δὲ Βαλίος ἐπὶ κυρ…
Μασύλιοι, Λιβυκὸν ἔθνος. Ἀπολλόδωρος βʹ. Πολύβιος ἐν τῷ ἑβδόμῳ Μασυλεῖς αὐτούς φησι.
char LCS 20 (6.7%) word LCS 5 (8.6%)
Show overlap highlight
…ἀπὸ ἐνεστώτων γενόμενα εἰς 'ιος' προπαροξύνεται, αἰτῶ αἴτιος, ἁρμόζω ἁρμόδιος, ἀρκῶ ἄρκιος, ἀρτῶ ἄρτιος. τὸ δὲ ἀντῶ ἀντίος σεσημείωται παροξυνόμενον. ὤφειλε δὲ καὶ διὰ τῆς 'ει' διφθόγγου
Τάρταρος, Κράτης τὸν ὑπὸ τοῖς πόλοις ἀέρα παχύν τε καὶ ψυχρόν τινα καὶ ἀφώτιστον, Ὅμηρος δὲ τόπον εἶναι συνέχοντα τοὺς περὶ Κρόνον καὶ ὑπὸ γῆν ὄντας. λέγεται δὲ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ὁ οἰκήτωρ Ταρτάριος, καὶ διὰ τῆς « ει » διφθόγγου παρ´ Εὐριπίδῃ ἐν Εὐρυσθεῖ σατυρικῷ. καὶ τὸ κωμικὸν Ταρταρίτης. λέγεται καὶ παρὰ τὸ ταράσσειν ταρταρίζειν τὸ ταράσσεσθαι.