Μούλιος, Βάκχιος. Αἴνιος ποταμὸς Περραιβίας. Φήμιος καὶ Εὐφήμιος, Λάϊος, Ἄγριος, Μάντιος, Αἴλιος. Κάλβιος κρήνη Λυκίας, ἣν καὶ Κελαινόν φασι. τινὲς δὲ αὐτὴν καὶ διὰ τοῦ 'μ' φασίν. Τίβιος ἀφ´ οὗ Τίβειον τόπος Φρυγίας. ἐκ τούτου καὶ Τιβίους τοὺς δούλους καλοῦσιν. «Κάριος Διὸς παῖς καὶ Τυρρηβίας, ὡς Νικόλαος τετάρτῳ, ὃς πλαζόμενος περί τινα λίμνην, ἥτις ἀπ´ αὐτοῦ Τυρρηβία ἐκλήθη, φθογγῆς Νυμφῶν ἀκούσας, ἃς καὶ Μούσας Λυδοὶ καλοῦσι, καὶ μουσικὴν ἐδιδάχθη καὶ αὐτὸς τοὺς Λυδοὺς ἐδίδαξε καὶ τὰ μέλη διὰ τοῦτο Τυρρήβια ἐκαλεῖτο». Μάσπιος ἔθνος Περσικόν. Θούριοι πόλις Ἰταλίας ἡ πρότερον Σύβαρις ἀπὸ Θουρίας πηγῆς. λέγεται καὶ Θουρία καὶ Θούριον. Κούριος ἔθνος Σαβίνων πολεμῆσαν Ῥωμαίοις. Χάραξ ιβʹ. τὸ δὲ Ἑρχίος ὁ ξενίσας Δήμητραν, ἀφ´ οὗ Ἑρχιὰ δῆμος, παροξύνεται. Τὰ εἰς 'ιος' ὑπερτρισύλλαβα ἐπὶ ἀλόγων ζῴων ὀξύνεται, αἰγυπιός, χαραδριός, ἐρῳδιός, βομβυλιός, ἀδρυφιός παρὰ Πέρσαις ὁ ἀετός. τὸ δὲ σκορπίος, κωβίος παροξύνεται ὡς τρισύλλαβα. Τὰ εἰς 'ος' καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ 'ο' μόνῳ παραλήγοντα προπαροξύνονται. τὰ πολλὰ δὲ σύνθετα παροξύτονά τε καὶ προπαροξύτονα. καὶ παροξύτονα μὲν θυοσκόος, λαοσσόος, βροτοσσόος, δορυξόος, λαξόος, βοηθόος, προπαροξύτονον δὲ πρόχοος, δυσήκοος, δίκροος. τὸ δὲ ἁθρόος παροξύτονον ἐπὶ τοῦ ἀθροίζειν, προπαροξύτονον δὲ ἐπὶ τοῦ αἰφνιδίου ὡς καὶ ἄθροος ὁ ἄφωνος κατὰ στέρησιν τοῦ θρόος· «οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος, οὐδ´ ἴα γῆρυς» (Δ 437). νῦν δὲ περὶ τῶν ἁπλῶν διαληψόμεθα. Τὰ εἰς 'πλοος' ἐντελῆ τῶν εἰς 'πλους' ληγόντων ἁπλᾶ ὄντα παροξύνονται, διπλόος, τριπλόος, ἁπλόος. ταῦτα δὲ ἁπλᾶ εἰσι καὶ οὐ σύνθετα, ὡς ὑπενόησάν τινες. πρῶτον μὲν γὰρ τὸ διπλοῦς καὶ τριπλοῦς οὐδὲν ἐφύλαξαν τοῦ σημαινομένου τοῦ πλοῦς, ἵνα εἴπωμεν αὐτὰ σύνθετα ἐξ αὐτοῦ. δεύτερον δέ, εἰ ἦσαν σύνθετα, ἤμελλον βαρυτονεῖσθαι. ἔχομεν γὰρ ὅτι τὰ εἰς 'ους' ὀνόματα ἁπλᾶ μὲν ὄντα περισπῶνται οἷον βοῦς, νοῦς, πλοῦς, χροῦς, θροῦς, θυγατριδοῦς, ἀδελφιδοῦς, χαλκοῦς, χρυσοῦς, πλακοῦς, Σιμοῦς χωρὶς τοῦ πούς καὶ ὀδούς, ταῦτα γὰρ
Pending translation