Prosodia Catholica (Herodian)

Passage 1.127
← Index
1.127
No summary yet
ὀξύνονται. σύνθετα ὄντα βαρύνονται οἷον εὔπλους, εὔχρους, ἀλκίνους εἰ ἄρα οὖν τὸ διπλοῦς καὶ τριπλοῦς οὐ βαρύνονται, ἀλλὰ περισπῶνται, δηλονότι οὐκ εἰσὶ σύνθετα, ἀλλ´ ἁπλᾶ. Τρίτον δ´ εἰ ἦσαν σύνθετα, κοινὰ ἤμελλον εἶναι τῷ γένει, ὥσπερ ὁ εὔνους καὶ ἡ εὔνους, ὁ εὔπλους καὶ ἡ εὔπλους, ὁ εὔχρους καὶ ἡ εὔχρους· νυνὶ δὲ τὸ θηλυκὸν λέγομεν ἡ διπλῆ καὶ τριπλῆ (Il. Α 128) «τριπλῇ τετραπλῇ τ´ ἀποτίσομεν» ὥσπερ ὁ χαλκοῦς καὶ ἡ χαλκῆ, ὁ χρυσοῦς καὶ ἡ χρυσῆ, δηλονότι οὐκ εἰσὶ σύνθετα, ἀλλ´ ἁπλᾶ παραγωγά, παρὰ γὰρ τοῦ δίς παρήχθη τὸ διπλόος καὶ ἀπὸ τοῦ τρίς τοῦ σημαίνοντος τὸ τρίτον τριπλόος καὶ ἀπὸ τοῦ τετράκις τετραπλόος καὶ ἀπὸ τοῦ πεντάκις πενταπλόος, συγκοπῆς γενομένης τῆς 'κις' συλλαβῆς καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως. καὶ τὸ ἁπλόος ἀπὸ τοῦ ἅπαξ παρήχθη. τὸ δὲ πρωτόπλοος καὶ ἁλίπλοος προπαροξύνεται, ὅτι μὴ ἁπλᾶ. Τὰ διὰ τοῦ 'οος' κύρια προπαροξύνεται, Σίστοος, Πείροος, Ἄθοος ὁ καὶ Ἀθόως. λέγεται δὲ καὶ Ἄθους κατὰ συναίρεσιν καὶ Ἄθως. Γένοος ἄρχων, ἀφ´ οὗ Γενοαῖοι ἔθνος Μολοσσίας. τὸ δὲ ὄγδοος, εἰ καὶ ἐπίθετον, προπαροξύνεται, ἐπειδὴ τὰ εἰς 'ος' τακτικὰ βαρύνεται ὑπεσταλμένων τῶν εἰς 'στος', ἕβδομος, ὄγδοος, ἔννατος, δέκατος. τὸ δὲ εἰκοστός, τριακοστός καὶ τἆλλα ὀξύνεται. καὶ τὸ ὀλοός ὀξύνεται ἀπὸ τοῦ ὀλῶ. Τὰ εἰς 'ος' ὑπερδισύλλαβα παραληγόμενα 'υ' συνεσταλμένῳ προπαροξύνεται, σίκυος, Πέρυος ὄνομα ποταμοῦ, Φόγγυος. Αἴγυος ἐθνικόν, οὗ τὸ θηλυκὸν Λυκόφρων λέγει οὕτως «καὶ πάντα πλήσεσθ´ οὕνεκ´ Αἰγύας κυνός, τῆς θηλύπαιδος καὶ τριάνορος κόρης» (v. 850). Θεόπομπος δὲ Αἰγυέας αὐτούς φησι, Παυσανίας δὲ Αἰγύτας. Πατράσυος, Κάνδυος, Ἀλάσυος, Ἐρύγυος, Νώγυος ὄνομα ποταμοῦ. Μίνυος, ἀφ´ οὗ Μινύα πόλις Θεσσαλική. Σίλλυος πόλις Ἰωνίας πρὸς τῇ Σμύρνῃ. τὸ δὲ Τιτυός καὶ εἰλυός ἡ κατάδυσις τοῦ θηρίου ὀξύνεται καὶ τὸ 'υ' οὐκ ἔχει συνεσταλμένον.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 52 (18.4%) word LCS 8 (15.1%)
Show overlap highlight
…ερδισύλλαβα παραληγόμενα 'υ' συνεσταλμένῳ προπαροξύνεται, σίκυος, Πέρυος ὄνομα ποταμοῦ, Φόγγυος. Αἴγυος ἐθνικόν, οὗ τὸ θηλυκὸν Λυκόφρων λέγει οὕτως «καὶ πάντα πλήσεσθ´ οὕνεκ´ Αἰγύας κυνός, τῆς θηλύπαιδος καὶ τριάνορος κόρης» (v. 850). Θεόπομπος δὲ Αἰγυέας αὐτούς φησι, Παυσανίας δὲ Αἰγύτας. Πατράσυος, Κάνδυος, Ἀλάσυος, Ἐρύγυος, Νώγυος ὄνομα ποταμοῦ. Μίνυος, ἀφ´ οὗ Μινύα πόλις Θεσσα…
Αἶγυς, πόλις Λακωνικῆς, ὡς Εὐφορίων. οἱ πολῖται Αἰγῦται, ὡς Παυσανίας. Λυκόφρων δὲ τὸ ἐθνικὸν Αἴγυος, τὸ θηλυκὸν λέγων οὕτως “καὶ πάντα τλήσεσθ´ οὕνεκ´ Αἰγύας κυνός, τῆς θηλύπαιδος καὶ τριάνορος κόρης”. ὁ λόγος περὶ Ἑλένης Λακωνικῆς οὔσης καὶ ἄρρεν μὴ τεκούσης [καὶ] τῷ Μενελάῳ καὶ Ἀλεξάνδρῳ καὶ Δηιφόβῳ γαμηθείσης. Θεόπομπος δὲ Αἰγυέας αὐτούς φησιν.
char LCS 32 (68.1%) word LCS 7 (77.8%)
Show overlap highlight
…850). Θεόπομπος δὲ Αἰγυέας αὐτούς φησι, Παυσανίας δὲ Αἰγύτας. Πατράσυος, Κάνδυος, Ἀλάσυος, Ἐρύγυος, Νώγυος ὄνομα ποταμοῦ. Μίνυος, ἀφ´ οὗ Μινύα πόλις Θεσσαλική. Σίλλυος πόλις Ἰωνίας πρὸς τῇ Σμύρνῃ. τὸ δὲ Τιτυός καὶ εἰλυός ἡ κατάδυσις τοῦ θηρίου ὀξύνεται καὶ τὸ 'υ' οὐκ ἔχει συνεσταλμένον.
Σίλλυος, πόλις Ἰωνίας πρὸς τῇ Σμύρνῃ. τὸ ἐθνικὸν Σιλλυεῖς.