Τὰ εἰς 'ος' καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ 'ω' μετὰ 'ι' προσγεγραμμένου παραληγόμενα προπερισπᾶται, πατρῷος, ἡρῷος καὶ Ἡρῷος, ἠῷος, Ἀχελῷος ποταμὸς Ἀκαρνανίας ἀπὸ Ἀχελῴου ἐλθόντος ἐκ Θετταλίας μετὰ Ἀλκμαίωνος καὶ τὸ ἐθνικὸν ὁμοφώνως, αἰδῷος, Μινῷος, Ἐλβῷος, Σαρδῷος, Πυθῷος, Ληθῷος, Ἰνδῷος, Γελῷος ὁ οἰκῶν Γέλαν πόλιν Σικελίας ἴσως ἀπὸ τοῦ γέλως. ὀρεσκῷος ἀπὸ τοῦ κείω…
Ἀχελῷος, ποταμὸς Ἀκαρνανίας. ἀπὸ Ἀχελῴου ἐλθόντος ἐκ Θετταλίας μετὰ Ἀλκμαίωνος. ἐκαλεῖτο δὲ Θόας ὁ ποταμός. τὸ ἐθνικὸν Ἀχελῷος ὁμοφώνως, καὶ Ἀχελῴα καὶ Ἀχελῳίς θηλυκόν.
…πατρυιός ὀξύνονται, ὅτι οὐκ ἔχουσι τὸ 'ι' προσγεγραμμένον. τὸ δὲ Ἄθωος τοπικὸν χωρὶς τοῦ 'ι' προπαροξύνεται καὶ τὸ Ἀκρόθωοι πόλις ἐπὶ τῆς ἄκρας τοῦ Ἄθω καὶ ἔθνος. τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπερισπᾶται ��αὶ διὰ τοῦ 'ι', ἐκ τῆς θῳῆς.
…άλλει δὲ ἡ σκιὰ τοῦ ὄρους ἐπὶ σταδίους τριακοσίους. εἴρηται δὲ καὶ Ἄθοος, ὡς τὸ Κῶς Κόος. λέγεται καὶ κατὰ συναίρεσιν Ἄθους. ἡ κλίσις διττή, καὶ Ἄθωος καὶ Ἄθω. τὸ τοπικὸν Ἄθωος χωρὶς τοῦ « ι », καὶ Ἀθώους τοὺς ἐνοικοῦντας, τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπερισπᾶται καὶ διὰ τοῦ « ι », ἐκ τῆς θῳῆς. παρὰ τὸ ἀμφότερον τὸ θηλυκὸν Ἀθωίς. ἔστι δὲ καὶ Ἄθως πόλις ἐπὶ τῷ Ἄθῳ. καὶ ὁ πολίτης Ἀθωίτης.
…ὸ μέντοι λαγωός καὶ πατρωός ὁ ἐν τῇ συνηθείᾳ πατρυιός ὀξύνονται, ὅτι οὐκ ἔχουσι τὸ 'ι' προσγεγραμμένον. τὸ δὲ Ἄθωος τοπικὸν χωρὶς τοῦ 'ι' προπαροξύνεται καὶ τὸ Ἀκρόθωοι πόλις ἐπὶ τῆς ἄκρας τοῦ Ἄθω καὶ ἔθνος. τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπερισπᾶται ��αὶ διὰ τοῦ 'ι', ἐκ τῆς θῳῆς.
Ἀκρόθωοι, πόλις ἐπὶ τῆς ἄκρας τοῦ Ἄθω. τὸ ἐθνικὸν Ἀκρόθωος καὶ Ἀκροθωίτης. ἔστι δὲ [ὡς] παρὰ τὸ Κρῶς [πόλις δέ ἐστιν Ἀράβων] τὸ ἐθνικὸν Κρωίτης νομὸς διὰ τοῦ « ω ».