Τὰ εἰς 'ειος' ἐπιθετικὰ τρισύλλαβα ἔχοντα τὴν πρώτην φύσει ἢ θέσει μακρὰν πλὴν τῶν ἐχόντων τὸ 'η', περὶ ὧν εἴρηται, καὶ τῶν ἐχόντων ἔννοιαν τοπικὴν προπαροξύνονται, γλαύκειος, δούλειος, χρύσειος, δούρειος, χοίρειος, Κούρειος, ἄρνειος, κνίδειος, σίδειος. τὸ μέντοι Ὀλμειός, Ὀρνειός, Σπερχειός, Σπονδειός, Ἀζειός ἔθνος τῆς Τρῳάδος, ὃ καὶ Ἀζειῶται, ὡς κύρια ὀξύνεται. τὸ δὲ παιδεῖος ὁ παιδικὸς προπερισπᾶται. τὸ δὲ ἀρνειός κατὰ πλεονασμὸν ἔσχε τὴν 'ει' δίφθογγον· ἡ γὰρ ἀρνός γενικὴ μετάγεται εἰς εὐθεῖαν ὡς ἀρνός καὶ κατὰ πλεονασμὸν τῆς 'ει' γίνεται ἀρνειός ὡς ἀμνός ἀμνειός. καὶ τὸ ἀφνειός δὲ ὀξύνεται. τὸ δὲ οἰκεῖος, ἀστεῖος, ἀγρεῖος τοπικὴν ἔχουσιν ἔννοιαν. Τὰ εἰς 'ειος' τρισύλλαβα κύρια καὶ τὰ πλείω ὀνόματα ποταμῶν ὀξύνεται, Σπερχειός, Ἀλφειός, Πηνειός, Κητειός, Ἐπειός βασιλεὺς καὶ ἔθνος. οὕτως Ὅμηρος τοὺς Ἠλείους φησί. οὕτως δὲ ἐλέγοντο καὶ οἱ ἐν τῷ Δουλιχίῳ ὡς Ἐπαφρόδιτος παρατιθεὶς τὸν Ἀρίσταρχον ἐκδεχόμενον οὕτως. τὸ δὲ Ἀρνεῖος καὶ Δαρεῖος προπερισπῶνται. Τὰ εἰς 'ειος' τριγενῆ μὴ ἐθνικὰ προπαροξύνεται, εἰ ἀπὸ βραχείας ἄρχοιτο, βρότειος, τέλειος, φλόγειος, λύκειος, βόειος, γέγειος πλεονασμῷ τοῦ 'γ' ἀπὸ τοῦ γέα. τὸ δὲ Ἐπειός κύριον. τὸ δὲ φατειός κατὰ πλεονασμὸν ἔσχε τὴν δίφθογγον. * Τὰ εἰς 'ειος' ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ 'α' μὴ καθαρὸν ἐπιφερομένων δύο συμφώνων μὴ σημαίνοντα μέρος σωματικὸν προπερισπᾶται, ἀνδρεῖος, Ἀργεῖος, Καδμεῖος, Βακχεῖος. τούτοις ὁμοίως καὶ τὸ ἀχρεῖος παρὰ τῷ ποιητῇ περιεσπάσθη. Διονύσιος μέντοι καὶ
Pending translation