Τυραννίων τὴν πρώτην ὀξύνουσιν, ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς καὶ ἀναλόγως. παρὰ γὰρ τὸ χρεία τὸ κατὰ στέρησιν ἄχρειος ὡς μοῦσα ἄμουσος. τοὺς δέ γε ἄλλως προπερισπῶντας τὸ ἀχρεῖος, ἐπεὶ ἀχρήϊος λέγεται παρ´ Ἡσιόδῳ, ἡ δὲ ὀξεῖα καὶ ἡ βαρυνομένη συνίζουσαι περισπωμένην ποιοῦσιν, παραιτητέον, ὡς οὐκ ἀεὶ τοῦτο, καθὰ δῆλον ἐκ τοῦ Ἀρήϊος Ἄρειος, βασιλήϊος βασίλειος, αὐλιζομενάων αὐλιζομένων. διὸ τὸ ἀχρεῖος εἴτε παρὰ τὴν χρείαν εἴτε παρὰ τὸ χρέος προπαροξύνεσθαι θέλει. * Τὰ ἀπὸ τῶν εἰς 'ος' οὐδετέρων παραγόμενα διὰ τῆς 'ει' γράφεται καὶ προπαροξύνεται, εἰ μὴ τὸ 'α' παραλήγοι ἐν τῷ εἰς 'ος' λήγοντι οὐδετέρῳ ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς πρώτης συλλαβῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας οἷον ἕλος ἕλειος. διὰ τῆς 'ει' διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ 'α'· τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος ὀνείδειος. παρεφυλαξάμην δὲ τὰ δύο σύμφωνα διὰ τὸ Ἀργεῖος καὶ τὸ ἑρκεῖος, καὶ τὸ 'α', ἐπεὶ φιλεῖ διὰ τοῦ 'ι' γράφεσθαι ἡ παραγωγή, πελάγιος, ἅγιος, Θάλπιος. Τὰ εἰς 'ειος' ὑπερτρισύλλαβα μὴ πλεοναζούσης τῆς 'ει' διφθόγγου προπαροξύνεται, Αἰάντειος, Ὁμήρειος, γαλήνειος, Ἱππάρχειος. Ἀλεξάνδρειος, Ἀντιόχειος, Ἑλένειος τόπος πρὸς τῷ Κανώβῳ, Ἑκαταῖος περιηγήσει Λιβύης· Βοσπόρειος. Σοφοκλῆς ἐν Φινεῖ πρώτῳ «οὐδ´ ἂν τὸ Βοσπόρειον ἐν Σκύθαις ὕδωρ». Ἰνάχειος ὡς Αἰσχύλος Προμηθεῖ δεσμώτῃ (v. 589) πῶς δ´ οὐ κλύω τῆς οἰστροδονήτου κόρης τῆς Ἰναχείης, ἣ Διὸς θάλπει κέαρ καὶ (v. 705) οὔτ´ Ἰνάχειον σπέρμα τοὺς ἐμοὺς λόγους. Ταρτάρειος παρ´ Εὐριπίδῃ ἐν Εὐρυσθεῖ σατυρικῷ. Ὑγάσσειος «Ὑγάσσειον πεδίον». «Σολύγειος λόφος». Ἀπέννειος, Ἀριμάσπειος, Λυκόζειος ὡς Πείσανδρος τεσσαρεσκαιδεκάτῃ. Λυκώρειος Ζεύς. Ἀκρώρειοι πόλις Τριφυλίας καὶ τὸ ἐθνικὸν ὁμόφωνον. γερόντειος, λεόντειος, δρακόντειος, Ἀνακρεόντειος, Λαομεδόντειος, Ξενοφώντειος, Δημοφώντειος, Θεώνειος, Τρυφώνειος, Ἀργανθώνειος, Κιθαιρώνειος «λέπας Κιθαιρώνειον». Αὐσόνειος. Λυκόφρων (v. 1047) «ὁ δ´ Αὐσονείων ἄγχι Κάλχαντος τόπων». Ἀχερόντειος, ὃ διὰ τὸ μέτρον Ἀριστοφάνης ἔφη «Ἀχερόντιός τε σκόπελος αἱματοστεγής» (Ran. 471). Ἠετιώνειος, Ἀβάντειος,
Pending translation