Prosodia Catholica (Herodian)

Passage 1.137
← Index
1.137
No summary yet
Θοάντειος, Ἀχίλλειος, Διομήδειος, Ἀριστοφάνειος, Αἰόλειος, Ἰορδάνειος, Αἰσχίνειος, Δημοσθένειος, Ἀριστοτέλειος, Ἀσκληπιάδειος, Τεμμίκειος. Μενέλαος δὲ διὰ τοῦ 'ι' «Τεμμίκιον ἄστυ» ἐν πρώτῳ Θηβαΐδος φησίν. Πελόπειος, Μοψόπειος. θεμίστειος, ἐπιτήδειος. Νυττέρειος. ἔστι δὲ ὄνομα λιμένος. τὸ δὲ ἀδελφειός ἀπὸ τοῦ ἀδελφός πλεονάζει τὸ 'ει' καὶ τὸ Δαρδανειός δὲ ὀξύνεται. τὰ μέντοι προπερισπώμενα μὴ σημαίνοντα μέρος σώματος εὑρεθέντα ταῦτά εἰσι, πρυτανεῖος, ἑταιρεῖος, μεγαλεῖος, γυναικεῖος, ἀκατεῖος. τὸ δὲ ἑταίρειος ἀναλογώτερόν ἐστι προπαροξύνεσθαι, ὡς γὰρ ἡμέτερος ἡμετέρειος κτητικῶς δηλαδὴ καὶ ἀβέλτερος ἀβελτέρειος ὁ μωρός, οὕτω καὶ ἑταίρειος Ζεὺς ὁ ἔφορος τῆς ἐν τῇ ἑταιρίᾳ κοινωνίας. Τὰ εἰς 'οιος' ὑπερδισύλλαβα προπερισπῶνται, εἰ ἐπιθετικὰ εἴη ἢ κύρια, ὁμοφωνοῦντα τοῖς ἐπιθέτοις, ἀλλοῖος, αἰδοῖος, ὁμοῖος, γελοῖος, παντοῖος, ἠοῖος. οἱ δὲ μεταγενέστεροι τῶν Ἀττικῶν τὸ γελοῖος καὶ ὁμοῖος προπαροξύνουσιν. τὸ δὲ φλοιός δισύλλαβον καὶ τὸ κολοιός προσηγορικόν. ὀξύνεται δὲ καὶ τὸ ψοθοιός ὁ ἀκάθαρτος. τὸ δὲ Ζάτοιος, Ἄθοιος κύρια ὄντα προπαροξύνονται, οἷς ὅμοιον καὶ τὸ τραπέζοιος, Βοιωτιακὸν ὄν. οἱ γὰρ Βοιωτοὶ τὸ 'ω' καὶ 'ι' εἰς τὴν 'οι' δίφθογγον τρέπουσι, τὸ πατρώϊος πατροῖος λέγοντες καὶ τὸ ἡρώϊος ἡροῖος.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 50 (23.1%) word LCS 11 (26.8%)
Show overlap highlight
Θοάντειος, Ἀχίλλειος, Διομήδειος, Ἀριστοφάνειος, Αἰόλειος, Ἰορδάνειος, Αἰσχίνειος, Δημοσθένειος, Ἀριστοτέλειος, Ἀσκληπιάδειος, Τεμμίκειος. Μενέλαος δὲ διὰ τοῦ 'ι' «Τεμμίκιον ἄστυ» ἐν πρώτῳ Θηβαΐδος φησίν. Πελόπειος, Μοψόπειος. θεμίστειος, ἐπιτήδειος. Νυττέρειος. ἔστι δὲ ὄνομα λιμένος. τὸ δὲ ἀδελφειός ἀπὸ τοῦ ἀδελφός πλεονάζει τὸ 'ει' καὶ τὸ Δαρδανειός δὲ ὀξύνετ…
Τέμμιξ, ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων “Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι”. τὸ θηλυκὸν Τεμμικία παρὰ τῷ αὐτῷ “ὃν Βομβύλεια κλιτὺς ἡ Τεμμικία”. καὶ θηλυκῶς Τεμμικίς. καὶ Τεμμίκειος τὸ κτητικόν· Μενέλαος δὲ διὰ τοῦ « ι » “Τεμμίκιον ἄστυ” ἐν πρώτῳ Θηβαΐδος φησίν.