Prosodia Catholica (Herodian)

Passage 1.138
← Index
1.138
No summary yet
Τὰ εἰς 'ος' καθαρὸν ἔχοντα δίφθογγον τὴν διὰ τοῦ 'υ' ὀξύνεται, ἐπιθετικὰ ὄντα ἢ κύρια ὁμοφωνοῦντα τοῖς ἐπιθέτοις, ἀκουός καὶ ἐπακουός, ἀγαυός καὶ τὸ κύριον καὶ τὸ ἐπίθετον. πρόσκειται «εἰ μὴ ἐπιθετικὰ εἴη, ἀλλὰ κύρια», ὅτι ταῦτα βαρύνεται, Ἀκάλαυος, Πείραυος, Ἄρευος. {1ΠΕΡΙ ΤΩΝ ΕΙΣ 'βος', ΕΙΣ 'γος' ΚΑΙ ΤΩΝ ΚΑΘΕΞΗΣ ΜΕΧΡΙ ΤΩΝ ΕΙΣ 'μος'. ΒΙΒΛΙΟΝ ϛʹ.}1 Τὰ εἰς 'βος' δισύλλαβα κύρια ἢ προσηγορικὰ βαρύνεται, ὄλβος, λίβος, Λέσβος καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, φλοῖσβος, θάμβος τὸ μονογενές, τάρβος. λέμβος, βόμβος, τύμβος, ῥύμβος, στίβος, τρίβος. Στρόβος πόλις Μακεδονίας. Τάβος ἥρως, ἀφ´ οὗ Τάβαι πόλις Λυδίας. Θράμβος ἀκρωτήριον Μακεδονίας. Ἴσβος Ἰσαυρίας πόλις, Κύβος ἢ καὶ Κυβώ, πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων, Ὄμβοι πόλις Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν. Σάβοι ἔθνος Φρυγίας. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν. Σάμβος πόλις Ἀράβων καὶ οἱ πολῖται Σάμβοι. Βοῖβος Γλαφύρου υἱός, ἀφ´ οὗ Βοίβη πόλις Θεσσαλίας. Στροῖβος ὁ ἀδελφὸς Γύζαντος. σεσημείωται τὸ Βόλβος παροξυνόμενον, ὅτε κύριον, βολβός δὲ τὸ προσηγορικόν, ὥσπερ λοβός μέρος τοῦ ἥπατος. Τὰ εἰς 'βος' δισύλλαβα ἐπιθετικὰ ὀξύνεται, στραβός, ῥαιβός ὁ μὴ ὀρθός, καὶ κωβός.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 57 (78.1%) word LCS 10 (76.9%)
Show overlap highlight
… πόλις Μακεδονίας. Τάβος ἥρως, ἀφ´ οὗ Τάβαι πόλις Λυδίας. Θράμβος ἀκρωτήριον Μακεδονίας. Ἴσβος Ἰσαυρίας πόλις, Κύβος ἢ καὶ Κυβώ, πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων, Ὄμβοι πόλις Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν. Σάβοι ἔθνος Φρυγίας. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν. Σάμβος πόλις Ἀράβων καὶ οἱ πολῖται Σάμβοι. Βοῖβος Γλαφύρου υἱός, ἀφ´ οὗ Βοίβη πόλις Θεσσαλίας. …
Ὄμβοι, πόλις Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν. τὸ ἐθνικὸν Ὀμβῖται.
char LCS 51 (100.0%) word LCS 10 (100.0%)
Show overlap highlight
…ωτήριον Μακεδονίας. Ἴσβος Ἰσαυρίας πόλις, Κύβος ἢ καὶ Κυβώ, πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων, Ὄμβοι πόλις Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν. Σάβοι ἔθνος Φρυγίας. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν. Σάμβος πόλις Ἀράβων καὶ οἱ πολῖται Σάμβοι. Βοῖβος Γλαφύρου υἱός, ἀφ´ οὗ Βοίβη πόλις Θεσσαλίας. Στροῖβος ὁ ἀδελφὸς Γύζαντος. σεσημείωται τὸ Βόλβος παροξυνόμενο…
Σάβοι, ἔθνος Φρυγίας. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν.
char LCS 29 (20.4%) word LCS 6 (20.0%)
Show overlap highlight
…μβος, ῥύμβος, στίβος, τρίβος. Στρόβος πόλις Μακεδονίας. Τάβος ἥρως, ἀφ´ οὗ Τάβαι πόλις Λυδίας. Θράμβος ἀκρωτήριον Μακεδονίας. Ἴσβος Ἰσαυρίας πόλις, Κύβος ἢ καὶ Κυβώ, πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων, Ὄμβοι πόλις Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν. Σάβοι ἔθνος Φρυγίας. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν. Σάμβος πόλις Ἀράβων καὶ οἱ…
Κύβος, [ἢ Κυβώ], πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων. Ἑκαταῖος περιηγήσει αὐτῆς “καὶ λιμήν που ἄκρη καὶ Κυβώ”. ὁ πολίτης Κυβοίτης, ὡς Σαβοίτης τῆς Σαβοῦς, ἢ Κυβίτης, ὡς τῆς Βούτου Βουτίτης.
char LCS 22 (2.5%) word LCS 6 (3.4%)
Show overlap highlight
…υος. {1ΠΕΡΙ ΤΩΝ ΕΙΣ 'βος', ΕΙΣ 'γος' ΚΑΙ ΤΩΝ ΚΑΘΕΞΗΣ ΜΕΧΡΙ ΤΩΝ ΕΙΣ 'μος'. ΒΙΒΛΙΟΝ ϛʹ.}1 Τὰ εἰς 'βος' δισύλλαβα κύρια ἢ προσηγορικὰ βαρύνεται, ὄλβος, λίβος, Λέσβος καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, φλοῖσβος, θάμβος τὸ μονογενές, τάρβος. λέμβος, βόμβος, τύμβος, ῥύμβος, στίβος, τρίβος. Στρόβος πόλις Μακεδονίας. Τάβος ἥρως, ἀφ´ οὗ Τάβαι πόλις Λυδίας. Θράμβο…
…α καὶ τὸ ἐθνικὸν Αἰολεύς. Ἡρωδιανὸς δέ φησιν, ὅτι τοῖς συνοικισταῖς συνεχῶς ὁμοφωνεῖ τὰ ἐθνικά, δηλονότι καὶ γραφῇ καὶ τόνῳ. τὸ Τευκρός ὡς τριγενὲς ὠξύνθη. εὑρίσκεται καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, ὁμοίως Τροιζήν Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος. ἔσθ´ ὅτε καὶ ἐπὶ τῶν τριῶν εὑρίσκεται ἓν ὄνομα, κτιστοῦ πόλεως καὶ ἔθνους, ὡς τὸ Δάρδανος. λέγεται καὶ Αἱμονιεύς τὸ ἐθνικόν, ὡς Ἀμβρακιεύς, καὶ Αἱμόνιος καὶ Αἵμ…