ὂν ἀπὸ τοῦ 'μα' στερητικοῦ καὶ τοῦ ἔργον· ὁ γὰρ μάργος οὐδὲν ἀγαθὸν ἐργάζεται. Τὰ εἰς 'ογος' διβράχεα βαρύνεται, λόγος, μόγος, ψόγος. Τὰ διὰ τοῦ 'αγος' διβράχεα ἐπιθετικὰ καὶ μὴ ἐθνικὰ ὀξύνεται, φαγός, κραγός ὁ κραυγαστικός. τὸ δὲ κράγος ὁ κραυγασμὸς βαρύνεται καὶ τὸ Κράγος ὄρος Λυκίας. Ἀλέξανδρος δευτέρῳ Λυκιακῶν. ἀπὸ Κράγου τοῦ Τρεμίλητος υἱοῦ, μητρὸς δὲ Πραξιδίκης νύμφης. καὶ τὸ Μάγος ἐθνικόν. εἰσὶ δὲ Μάγοι ἔθνος περὶ Μηδίαν. * Τὰ εἰς 'γος' δισύλλαβα εἰ ἔχοι πρὸ τέλους δίχρονον συνεσταλμένον, κύρια ἢ προσηγορικὰ ὄντα βαρύνεται οἷον κράγος, πάγος, τράγος, χωρὶς εἰ μὴ μεταπλάσσοιτο εἰς γένος οὐδέτερον, ὡς ἔχει τὸ ζυγός εὑρημένον παρὰ τῷ ποιητῇ καὶ οὐδέτερον. τὸ δὲ ζυγός παρ´ Ὁμήρῳ οὐ σύνηθες ἐπὶ σταθμοῦ. ζυγὸν γὰρ ἐκεῖνος οἶδεν ἅρματος καὶ ἁμάξης καὶ ζυγόδεσμον ἱμάντα (Ω 270) τὸν ζυγὸν τῶν ζῴων ζευγνύντα. ὅθεν ὑψίζυγος οὐχ ὁ ἄνω σταθμίζων τὰ κατ´ ἀνθρώπους δύναται εἶναι. ἔστι δὲ ζυγός καὶ καθέδρα τῶν ἐρεσσόντων, ὅθεν ὑψίζυγος ὁ ὕψι καθέδραν ἔχων κατὰ τὸ «ἐπὶ ζυγοῖς καθέζετο ἀρχῆς» τὸ τοῦ τραγικοῦ (Eurip. Phoen. 72) καὶ τοῦτο δὲ ἀπὸ τῆς κυβερνητικῆς μετενήνεκται καταστάσεως. καὶ τὸ ζυγομαχεῖν ἀπὸ τῶν ἐν πλοίοις ζυγῶν δύναται εἶναι, ὅτε περὶ τὰς καθέδρας διαφέρονται ἐρέσσοντες οἱ ἐρέται. εἰσὶ καὶ Ζυγοί πόλις πρὸς τῷ τῆς Ἀσίας Βοσπόρῳ. Τὰ εἰς 'γος' δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ὀξύνεται, εἰ μὴ κύρια εἴη, λοιγός, φηγός, πηγός. τὸ δὲ Λᾶγος κύριον. εἴρηται καὶ τρισυλλάβως «Λάαγος φίλος υἱὸς ἀρίζηλος Πτολεμαῖος». οὐ φύσει οὖν δισυλλαβεῖ, ἀλλ´ ἐκ τοῦ τρισυλλάβου γέγονεν.
Pending translation