Τὰ εἰς 'γος' ὑπερδισύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται, πάταγος, ἔλεγος ὁ θρῆνος. Τεκτόσαγος. Ὤγυγος υἱὸς Τερμέρας, ἀφ´ οὗ Λύκιοι Ὠγύγιοι λέγονται. ἀσπάραγος κυρίως ὁ ἐπὶ τοῦ ἑλείου ἢ ὀρείου ὁ μὴ σπειρόμενος. ἀσφάραγος ὁ λεγόμενος φάρυγξ. Τὰ εἰς 'γος' τρισύλλαβα ἀρσενικὰ φύσει ἢ θέσει μακρᾷ παραληγόμενα, μὴ διπλασιαζομένου τοῦ 'γ', χωρὶς εἰ μὴ κύρια εἴη καὶ ἔννοιαν συνθέσεως ἔχοι, ὀξύνεται, ἀρηγός, πελαργός, ἀμολγός, βροτολοιγός, ἀρρωγός. Πελασγός ἐθνικὸν ὁμώνυμον τῷ κτίστῃ, Ἀβασγός ἔθνος Σκυθίας. Χολαργός. οὕτω Δίδυμος καὶ Διόδωρος τὸν δῆμον τῆς Ἀκαμαντίδος φυλῆς καλοῦσι, Διονύσιος δὲ Χολαργεῖς. Ἱππημολγός ἔθνος Σκυθικὸν παρὰ τὸ τοὺς ἵππους ἀμέλγειν. τὸ δὲ Ἄμολγος προπαροξύτονον ἐπὶ τῆς νήσου οὐκ ἀρσενικόν. λέγεται δὲ καὶ Ἄμοργος, ὡσαύτως καὶ Σολόγοργος πόλις Ἀρκαδίας ἡ καὶ Ἥραια. τὸ δὲ Σύναγγος πόλις Φοινίκης καὶ Σάλαγγος ἔθνος Ἰταλίας—ἔστι δὲ καὶ ἕτερον ἔθνος Ἰνδικόν—διπλασιαζόμενον ἔχει τὸ 'γ'. καὶ τὸ Ὅμαργος σύνθετον ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ ἀργός. ἔστι δὲ ὄνομα κυνός. * Τὸ ὀλίγος προπαροξύνεται. ἔστι δὲ μονῆρες. οὐδὲν γὰρ εἰς 'γος' ὑπὲρ δύο συλλαβὰς τῷ 'ι' παραλήγεται, ἀλλὰ μόνον τὸ ὀλίγος. Μήτι οὖν Ταραντῖνοι χωρὶς τοῦ 'γ' προφερόμενοι τὴν λέξιν ἀναλογώτερον ἀποφαίνονται, ὥσπερ Ῥίνθων ἐν δούλῳ Μελεάγρῳ ὀλίοισιν ὑμῶν ἐμπέφυκ´ εὐψυχία καὶ ἐν Ἰοβάτῃ χρῄζω γὰρ ὀλίον μισθὸν αὐτὸς λαμβάνειν. Πλάτων μέντοι ὁ κωμικὸς διαπαίζει τὴν λέξιν ὡς βάρβαρον. Τὰ εἰς 'δος' διβράχεα ἀρσενικὰ καὶ θηλυκὰ κύρια βαρύνονται. εἰ δέ τι ὀξυνθῇ, τοῦτο θηλυκὸν προσηγορικὸν εὑρέθη τῷ 'ο' παραλῆγον, κλάδος, Ἄδος πόλις Κιλικίας, κάδος καὶ Κάδοι πόλις Μυσίας. Στράβων ιβʹ (p. 576) «καὶ Δορυλάειον πόλις καὶ Κάδοι». Ῥόδος νῆσος.
Pending translation