τὸ μέντοι ὁδός καὶ σποδός ὀξύνεται ὡς θηλυκὰ προσηγορικὰ τῷ 'ο' παραλήγοντα. Τὰ εἰς 'δος' δισύλλαβα 'ο' ἢ 'ου' ἢ 'οι' διφθόγγῳ ἢ 'η' παραληγόμενα, εἰ μὴ σύνθετα ὑπάρχοι ἢ ἐθνικά, ὀξύνεται, ὁδός, σποδός, οὐδός· τὸ δὲ φροῦδος ἀπὸ τοῦ πρόοδος σύνθετον καὶ τὸ Μῆδος ἐθνικόν. σεσημείωται τὸ σκοῖδος παρὰ Μακεδόσιν ὁ οἰκονόμος καὶ τὸ χλῆδος προπερισπώμενα καὶ τὸ Ῥόδος παροξυνόμενον. Τὰ εἰς 'δος' ἀρσενικὰ φύσει μακρᾷ παραληγόμενα βαρύνεται Μῆδος υἱὸς Μηδείας καὶ τὸ ἐθνικὸν ὁμοφώνως τῷ πρωτοτύπῳ, νῖδος (?) ζεῦδος (?). Βλαῦδος πόλις Φρυγίας. τὸ μέντοι καυδός θηλυκὸν ὥσπερ καὶ τὸ μαυδός. σεσημείωται τὸ Μαιδός ἔθνος Θρᾴκης πλησίον Μακεδονίας καὶ Ἠδός ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ καὶ Λυδός. Τὰ εἰς 'δος' δισύλλαβα ἔχοντα πρὸ τοῦ 'δ' σύμφωνον κατ´ ἐπιπλοκὴν βαρύνεται, Σόγδος ὁ οἰκήτωρ Σογδιανῆς. λέγεται καὶ Σόγδιος. ῥάβδος. ἄσδος στήλη λιθίνη, λύγδος, Ῥύβδος φρούριον Σικελίας. Τὰ εἰς 'δος' δισύλλαβα ἔχοντα πρὸ τοῦ 'δ' σύμφωνον κατὰ διάστασιν βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη, Λίνδος πόλις ἐν Ῥόδῳ κτίσμα Λίνδου τοῦ Κερκάφου, τοῦ Ἡλίου καὶ Κυδίππης, τῆς Ὀχίμου θυγατρός. ἔστι καὶ Σικελίας πόλις Λίνδος. Σίνδος ἔθνος ἀπὸ μεσημβρίας τῆς Μαιώτιδος λίμνης. τινὲς δὲ ὀξυτονοῦσιν, οὐκ εὖ, Πίνδος, νάρδος, μάρδος αὐλοῦ εἶδος καὶ ἔθνος Ὑρκάνιον. Ἀπολλόδωρος περὶ γῆς δευτέρῳ. πάρδος. Σάρδος πόλις Ἰλλυρίας, Βάλδος πόλις Φοινίκης, Χάλδος ἔθνος τῆς Ἀρμενίας. οὕτως γὰρ λέγεσθαι ἐπεκράτησεν ἡ συνήθεια δισυλλάβως, οὐ Χαλδαίους. Μύνδος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Γόρδος ἔθνος, ὃ καὶ Γορδυαῖος καὶ Γόρδοχος καλεῖται. σεσημείωται τὸ Ἰνδός ποταμὸς καὶ ἐθνικὸν καὶ Ὀρδός ἔθνος Μακεδονίας. λέγονται καὶ Ὀρδαῖοι, ὡς Νίκανδρος. τὸ δὲ λορδός ἐπίθετον καὶ ὁ μυνδός ὁ ἄφωνος, ἀφ´ οὗ «μυνδότεροι νεπόδων» παρὰ Καλλιμάχῳ.
Pending translation