Ἴστρου. Ἑκαταῖος Εὐρώπῃ. Τίριζος ἔθνος Παφλαγονίας. Κτησίας δὲ Τιριζιβανοὺς αὐτούς φησιν ἐν τῷ δευτέρῳ «ἐκ δὲ τῶν Ὀδρυσῶν εἰς Τιριζιβανοὺς οἰκοῦντας ἐν Παφλαγονίᾳ». Κρόβυζος ἔθνος πρὸς νότου ἀνέμου τοῦ Ἴστρου. Ἑκαταῖος Εὐρώπῃ. Λόκοζος πόλις Φρυγίας. Ξάνθος δὲ ὁ Λυδὸς διὰ τοῦ 'ξ' γράφει. Κάττουζος ἔθνος Θρᾴκης. τὰ δὲ τριγενῆ καὶ τὰ ἀπὸ ἐπιρρημάτων ὀξύνεται, πεζός, χθιζός, πρωϊζός. σεσημείωται τὸ μαζός, ὅτι μονογενὲς ὂν ὀξύνεται. μήποτε οὖν ἀναλογώτεροι οἱ Ἴωνες μαστὸν λέγοντες. Τὰ εἰς 'θος' λήγοντα καθαρὰ μονογενῆ δισύλλαβα παραληγόμενα φύσει μακρᾷ βαρύνεσθαι θέλει, κῶθος, οὕτως ὁ κωβίος, μῦθος, Ζῆθος, Σῆθος ποταμὸς Σκυθίας ὡς Φιλοστέφανος, Ξοῦθος τὸ κύριον «Δῶρός τε Ξοῦθός τε» (Hesiod. fr. XXXII Goettl.). Βοῦθος Πύθια νικήσας. παροιμία Βοῦθος περιφοιτᾷ, Κρατῖνος Χείρωσι. τάττεται δὲ ἐπὶ τῶν εὐήθων καὶ παχυρίνων. Νοῦθος κύριον, καὶ ψόφος, ἣν οἶδεν Ἡσίοδος ἐν τρίτῳ νοῦθος δὲ ποδῶν ὑπόδουπος ὀρώρει· Λῆθος ὄνομα κύριον. σημειῶδες ἄρα τὸ στρουθός ὀξυνόμενον· Χαῖρις δέ φησιν Ἀττικοὺς βαρύνειν τὸ ὄνομα, ὡς καὶ Τρύφων μέμνηται ἐν δευτέρῳ περὶ Ἀττικῆς προσῳδίας. ἴσως μέντοι παρήλλαξε τῶν προκειμένων, ἐπεὶ καὶ ἀρσενικῶς λέγεται καλοὶ δέ ς´ ἆγον ὠκέες στρουθοί καὶ θηλυκῶς αὐτὰρ ἐπεὶ κατὰ τέκν´ ἔφαγε στρουθοῖο καὶ αὐτήν (Β 326). Τὰ εἰς 'θος' δισύλλαβα μονογενῆ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν βαρύνεται. πτόρθος, γόνθος ὁ κόγχος,
Pending translation