Prosodia Catholica (Herodian)

Passage 1.145
← Index
1.145
No summary yet
γρόνθος τὸ ἐπὶ τῆς αὐλήσεως, σμίνθος ὁ μῦς. Πάρθος ἔθνος Σκυθικὸν οἱ καὶ Πάρθιοι καὶ Παρθυαῖοι. ἔστι δὲ καὶ Πάρθος πόλις Ἰλλυρική. Ἀπολλόδωρος ἐν χρονικῶν ..... Κύνθος ὄρος Δήλου, παρ´ Ἀντιμάχῳ ἐν πρώτῃ Θηβαΐδος. οὕτως δὲ ἐκαλεῖτο καὶ Δῆλος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ. Ξάνθος ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ «παρ´ ᾗ Ξάνθος ἐξίησι ποταμός». ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἔστι καὶ Ξάνθος πόλις ἐν Λέσβῳ. Σίνθος πόλις παρὰ τῷ Θερμαίῳ. Ἡρόδοτος ἑβδόμῃ (c. 123). Ὄρθος τὸ μονογενές. τὸ δὲ ξανθός καὶ τυτθός καὶ ὀρθός τριγενῆ. Τὰ εἰς 'θος' διβράχεα παροξύνεται, εἰ μὴ τόπον δηλοῖεν, νόθος, πόθος, ψόθος, ῥόθος ὁ ψόφος, μόθος, Κόθος ὄνομα κύριον, λίθος, πίθος καὶ Πίθος δῆμος τῆς Κεκροπίδος φυλῆς ἀπὸ Πίθου τινὸς ἢ πίθων αὐτόθι γινομένων. ζύθος ὁ ἐκ κριθῆς οἶνος. γνύθος τὸ κοῖλον τῆς πέτρας καὶ ὁ βόθρος. τὸ μέντοι βυθός τοπικόν. Τὰ εἰς 'θος' δισύλλαβα τριγενῆ παραληγόμενα φύσει μακρᾷ ἢ θέσει, μὴ προηγουμένου τοῦ 'σ', ὀξύνεται, ἀφθός, τυτθός, ξανθός, αἰθός ὁ διάπυρος. τὸ δὲ λοῖσθος ἔχει τὸ 'σ'. σεσημείωται τὸ Πάρθος, πόλις Ἰλλυρίας, λέγεται καὶ ἀρσενικῶς, ὡς Πολύβιος, καὶ τὸ ὄνθος. Τὰ εἰς 'αθος' μονογενῆ τρισύλλαβα ἀπὸ βραχείας ἀρχόμενα προπαροξύνεται, ἄμαθος, ψάμαθος, κύαθος, κάλαθος, λάπαθος, Σκίαθος νῆσος Εὐβοίας, Κράπαθος νῆσος πλησίον τῆς Κῶ. Ὅμηρος (Β 676) «Κράπαθόν τε Κάσον τε καὶ Κῶν», Μάραθος πόλις Ἀραδίας, ψίαθος. τὸ μέντοι ἀγαθός τριγενές. τὸ δὲ ὁρμαθός καὶ γυργαθός ὀξύνεται ἀπὸ μακρᾶς ἀρχόμενα.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 112 (64.7%) word LCS 23 (65.7%)
Show overlap highlight
…ν ..... Κύνθος ὄρος Δήλου, παρ´ Ἀντιμάχῳ ἐν πρώτῃ Θηβαΐδος. οὕτως δὲ ἐκαλεῖτο καὶ Δῆλος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ. Ξάνθος ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ «παρ´ ᾗ Ξάνθος ἐξίησι ποταμός». ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἔστι καὶ Ξάνθος πόλις ἐν Λέσβῳ. Σίνθος πόλις παρὰ τῷ Θερμαίῳ. Ἡρόδοτος ἑβδόμῃ (c. 123). Ὄρθος τὸ μονογενές. τὸ δὲ ξανθός καὶ τυτθός καὶ ὀρθός τριγενῆ. Τὰ εἰς 'θος' διβράχεα παροξύνεται, εἰ μ…
Ξάνθος, πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ “παρ´ ᾗ Ξάνθος ἐξίησι ποταμός”. ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἔστι καὶ Ξάνθος πόλις ἐν Λέσβῳ. ὁ πολίτης Ξάνθιος, ὡς Εὐριπίδης. καὶ τοῦ ποταμοῦ τὸ κτητικὸν ὁμοίως.
char LCS 42 (38.5%) word LCS 8 (40.0%)
Show overlap highlight
…ρόνθος τὸ ἐπὶ τῆς αὐλήσεως, σμίνθος ὁ μῦς. Πάρθος ἔθνος Σκυθικὸν οἱ καὶ Πάρθιοι καὶ Παρθυαῖοι. ἔστι δὲ καὶ Πάρθος πόλις Ἰλλυρική. Ἀπολλόδωρος ἐν χρονικῶν ..... Κύνθος ὄρος Δήλου, παρ´ Ἀντιμάχῳ ἐν πρώτῃ Θηβαΐδος. οὕτως δὲ ἐκαλεῖτο καὶ Δῆλος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ. Ξάνθος ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ «παρ´ ᾗ Ξάνθος ἐξίησι ποταμός». ἐ…
Κύνθος, [ὄρος Δήλου,] παρ´ Ἀντιμάχῳ ἐν πρώτῃ Θηβαΐδος. ὁ οἰκήτωρ Κύνθιος καὶ θηλυκῶς καὶ οὐδετέρως. καὶ Κυνθιώτης καὶ Κυνθιῶτις θηλυκῶς.
char LCS 40 (45.5%) word LCS 6 (40.0%)
Show overlap highlight
γρόνθος τὸ ἐπὶ τῆς αὐλήσεως, σμίνθος ὁ μῦς. Πάρθος ἔθνος Σκυθικὸν οἱ καὶ Πάρθιοι καὶ Παρθυαῖοι. ἔστι δὲ καὶ Πάρθος πόλις Ἰλλυρική. Ἀπολλόδωρος ἐν χρονικῶν ..... Κύνθος ὄρος Δήλου, παρ´ Ἀντιμάχῳ ἐν πρώτῃ Θηβαΐδος. οὕτως δὲ ἐκαλεῖτο καὶ Δῆλος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ. Ξάνθος ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ π…
Πάρθος, πόλις Ἰλλυρική. Ἀπολλόδωρος ἐν χρονικῶν ... λέγεται δὲ καὶ ἀρσενικῶς, ὡς Πολύβιος. τὸ ἐθνικὸν Παρθῖνος.
char LCS 38 (70.4%) word LCS 7 (70.0%)
Show overlap highlight
… Εὐρώπῃ. ἔστι καὶ πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ «παρ´ ᾗ Ξάνθος ἐξίησι ποταμός». ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἔστι καὶ Ξάνθος πόλις ἐν Λέσβῳ. Σίνθος πόλις παρὰ τῷ Θερμαίῳ. Ἡρόδοτος ἑβδόμῃ (c. 123). Ὄρθος τὸ μονογενές. τὸ δὲ ξανθός καὶ τυτθός καὶ ὀρθός τριγενῆ. Τὰ εἰς 'θος' διβράχεα παροξύνεται, εἰ μὴ τόπον δηλοῖεν, νόθος, πόθος, ψόθος, ῥόθος ὁ ψ…
Σίνθος, πόλις παρὰ τῷ Θερμαίῳ. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν Σίνθιος.
char LCS 28 (17.2%) word LCS 6 (18.2%)
Show overlap highlight
…ιος, καὶ τὸ ὄνθος. Τὰ εἰς 'αθος' μονογενῆ τρισύλλαβα ἀπὸ βραχείας ἀρχόμενα προπαροξύνεται, ἄμαθος, ψάμαθος, κύαθος, κάλαθος, λάπαθος, Σκίαθος νῆσος Εὐβοίας, Κράπαθος νῆσος πλησίον τῆς Κῶ. Ὅμηρος (Β  676) «Κράπαθόν τε Κάσον τε καὶ Κῶν», Μάραθος πόλις Ἀραδίας, ψίαθος. τὸ μέντοι ἀγαθός τριγενές. τὸ δὲ ὁρμαθός καὶ γυργαθός ὀξύνεται ἀπὸ μακρᾶς ἀρχόμενα.
Κάρπαθος, νῆσος πλησίον τῆς Κῶ. Ὅμηρος [“Κράπαθόν τε Κάσον τε καὶ Κῶν”. Διονύσιος δὲ Κρήτης,] “Κάρπαθος αὖτ´ ἐπὶ τῇσι ποτὶ ζόφον, [ἐγγύθι δ´ αὐτῆς Κρήτη τιμήεσσα”.] ὁ οἰκήτωρ Καρπάθιος καὶ Καρπαθία, καὶ Καρπάθιον.
char LCS 26 (24.5%) word LCS 5 (25.0%)
Show overlap highlight
…κή. Ἀπολλόδωρος ἐν χρονικῶν ..... Κύνθος ὄρος Δήλου, παρ´ Ἀντιμάχῳ ἐν πρώτῃ Θηβαΐδος. οὕτως δὲ ἐκαλεῖτο καὶ Δῆλος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ. Ξάνθος ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ «παρ´ ᾗ Ξάνθος ἐξίησι ποταμός». ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἔστι καὶ Ξάνθος πόλις ἐν Λέσβῳ. Σίνθος πόλις παρὰ τῷ Θε…
Λιλύβαιον, ἡ πρὸς δύσιν ἄκρα τῆς Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις. καὶ τὸ ἐθνικὸν Λιλυβαῖος καὶ Λιλυβαιίτης καὶ Λιλυβηίς.
char LCS 26 (23.9%) word LCS 5 (21.7%)
Show overlap highlight
…κή. Ἀπολλόδωρος ἐν χρονικῶν ..... Κύνθος ὄρος Δήλου, παρ´ Ἀντιμάχῳ ἐν πρώτῃ Θηβαΐδος. οὕτως δὲ ἐκαλεῖτο καὶ Δῆλος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ. Ξάνθος ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ «παρ´ ᾗ Ξάνθος ἐξίησι ποταμός». ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἔστι καὶ Ξάνθος πόλις ἐν Λέσβῳ. Σίνθος πόλις παρὰ τῷ Θε…
Δρῦς, πόλις Θρᾴκης, Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις τῶν Οἰνώτρων. ὁ πολίτης Δρυεύς καὶ Δρυηίς. ἔστι καὶ κώμη Κιλικίας παρὰ τῷ Ἀρῷ ποταμῷ.