Prosodia Catholica (Herodian)

Passage 1.148
← Index
1.148
No summary yet
Τὰ εἰς 'κος' δισύλλαβα κύρια, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, βαρύνεται, Μάκκος, Ὄγκος τὸ κύριον. Λύγκος πόλις Ἠπείρου. Στράβων ἑβδόμῃ (p. 326). ἐκλήθη ἀπὸ Λυγκέως. Φόρκος. Σύλκοι πόλις ἐν Σαρδοῖ, Καρχηδονίων κτίσμα. λέγεται καὶ Σόλκοι, ὡς Ἀρτεμίδωρος ἐν ἐπιτομῇ «ἀπὸ δὲ Καράλεως ἐπὶ Σόλκους». Τὰ εἰς 'κος' δισύλλαβα προσηγορικὰ μὴ παρασχηματιζόμενα εἰς θηλυκὸν γένος, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, πλὴν τοῦ 'λ', βαρύνεται, λάκκος, σάκκος, ἄρκος, κέρκος, ὅρκος. σεσημείωται τὸ θριγκός. τὸ δὲ χαλκός ἔχει τὸ 'λ'. καὶ τὸ φολκός ἐστι τριγενὲς ἔχον καὶ τὸ 'λ'. Τὰ εἰς 'κος' δισύλλαβα μετ´ ἐπιπλοκῆς συμφώνου τοῦ 'σ' ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται, δίσκος, Φύσκος υἱὸς τοῦ Αἰτωλοῦ τοῦ Ἀμφικτύονος τοῦ Δευκαλίωνος. Ἑκαταῖος «ἐὼν δὲ πρεσβύτερος Λοκρὸς ἦν Φύσκου παῖς». «Φύσκος δὲ ἀφ´ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί ....» καὶ τὸ ἔθνος ὁμοφώνως. Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. ἔστι καὶ ποταμὸς Φύσκος, καθά φησι Σοφαίνετος ἐν Κύρου ἀναβάσει. ἔστι καὶ Φύσκος πόλις Λοκρίδος καὶ ἑτέρα τῆς Καρίας. ἔστι δὲ λιμὴν Ῥόδου. ἔστι καὶ ἄλλη Μακεδονίας. μύσκος. Ζύσκος ποταμὸς Μακεδονίας, ὡς Ἀντιγενίδης φησί. Κέσκος. τὸ δὲ ἀσκός ἀπὸ φωνήεντος ἄρχεται. Τὰ εἰς 'κος' διβράχεα μονογενῆ, εἴτε ἀρσενικὰ εἴτε θηλυκά, βαρύνεται, εἰ μὴ διαστολή τις σημαινομένου γένοιτο, οἷον λύκος καὶ Λύκος υἱὸς Πανδίονος, Πλάκος «ὑπὸ Πλάκῳ ὑληέσσῃ» (Ζ 396), πόκος, τόκος, Μύκος ἔθνος Περσίδος, περὶ οὗ Ἑκαταῖος ἐν Ἀσίᾳ «ἐκ Μύκων εἰς Ἀράξην ποταμόν». Ἴκος νῆσος τῶν Κυκλάδων προσεχὴς τῇ Εὐβοίᾳ, κρίκος. τὸ δοκός πρὸς ἀντιδιαστολὴν τοῦ δόκος τοῦ σημαίνοντος τὴν δόκησιν. καὶ παρὰ Ἀριστοφάνει ἐν Ταγηνισταῖς σημαίνει τὴν ἀγχόνην. σεσημείωται τὸ φακός ὀξύτονον. τὸ δὲ Φάκος κύριον ὄνομα ὄρους. Ἑκαταῖος «πρὸς μὲν νῶτον Πακτωλὸς καὶ Φάκος».
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 54 (15.6%) word LCS 10 (14.5%)
Show overlap highlight
…ωνος. Ἑκαταῖος «ἐὼν δὲ πρεσβύτερος Λοκρὸς ἦν Φύσκου παῖς». «Φύσκος δὲ ἀφ´ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί ....» καὶ τὸ ἔθνος ὁμοφώνως. Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. ἔστι καὶ ποταμὸς Φύσκος, καθά φησι Σοφαίνετος ἐν Κύρου ἀναβάσει. ἔστι καὶ Φύσκος πόλις Λοκρίδος καὶ ἑτέρα τῆς Καρίας. ἔστι δὲ λιμὴν Ῥόδου. ἔστι καὶ ἄλλη Μακεδονίας. μύσκος. Ζύσκος ποταμὸς Μακεδονίας, ὡς Ἀντιγενίδης φησί. Κέ…
…αὶ ἀρσενικῶς ὁ Φύσκος. “Φύσκος δέ, ἀφ´ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί ...” Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. [λέγεται καὶ Φυσκεύς.] ἔστι καὶ ἄλλη Μακεδονίας, ἧς μέμνηται Θεαγένης ἐν Μακεδονικοῖς. καὶ τὸ ἔθνος Φύσκοι καὶ Λοκροί. ἔστι καὶ ποταμὸς Φύσκος καθά φησι Σοφαίνετος ἐν Κύρου ἀναβάσει.
char LCS 47 (73.4%) word LCS 9 (69.2%)
Show overlap highlight
…Μάκκος, Ὄγκος τὸ κύριον. Λύγκος πόλις Ἠπείρου. Στράβων ἑβδόμῃ (p. 326). ἐκλήθη ἀπὸ Λυγκέως. Φόρκος. Σύλκοι πόλις ἐν Σαρδοῖ, Καρχηδονίων κτίσμα. λέγεται καὶ Σόλκοι, ὡς Ἀρτεμίδωρος ἐν ἐπιτομῇ «ἀπὸ δὲ Καράλεως ἐπὶ Σόλκους». Τὰ εἰς 'κος' δισύλλαβα προσηγορικὰ μὴ παρασχηματιζόμενα εἰς θηλυκὸν γένος, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, πλὴν τοῦ 'λ', βαρύνεται…
Σολκοί, πόλις ἐν Σαρδοῖ, ὡς Ἀρτεμίδωρος ἐν ἐπιτομῇ “ἀπὸ δὲ Καράλεως ἐπὶ Σολκούς”.
char LCS 47 (37.3%) word LCS 8 (36.4%)
Show overlap highlight
Τὰ εἰς 'κος' δισύλλαβα κύρια, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, βαρύνεται, Μάκκος, Ὄγκος τὸ κύριον. Λύγκος πόλις Ἠπείρου. Στράβων ἑβδόμῃ (p. 326). ἐκλήθη ἀπὸ Λυγκέως. Φόρκος. Σύλκοι πόλις ἐν Σαρδοῖ, Καρχηδονίων κτίσμα. λέγεται καὶ Σόλκοι, ὡς Ἀρτεμίδωρος ἐν ἐπιτομῇ «ἀπὸ δὲ Καράλεως ἐπὶ Σόλκους». Τὰ εἰς 'κος' δισύλλαβα προσηγ…
Λύγκος, πόλις Ἠπείρου. Στράβων ἑβδόμῃ. ἐκλήθη ἀπὸ Λυγκέως. τὸ ἐθνικὸν Λυγκησταί. τὸ θηλυκὸν Λυγκηστίς. λέγεται καὶ Λύγκιος ὡς Λύττιος. λέγεται καὶ Λυγκεύς.
char LCS 41 (68.3%) word LCS 9 (69.2%)
Show overlap highlight
… εἴτε θηλυκά, βαρύνεται, εἰ μὴ διαστολή τις σημαινομένου γένοιτο, οἷον λύκος καὶ Λύκος υἱὸς Πανδίονος, Πλάκος «ὑπὸ Πλάκῳ ὑληέσσῃ» (Ζ  396), πόκος, τόκος, Μύκος ἔθνος Περσίδος, περὶ οὗ Ἑκαταῖος ἐν Ἀσίᾳ «ἐκ Μύκων εἰς Ἀράξην ποταμόν». Ἴκος νῆσος τῶν Κυκλάδων προσεχὴς τῇ Εὐβοίᾳ, κρίκος. τὸ δοκός πρὸς ἀντιδιαστολὴν τοῦ δόκος τοῦ σημαίνοντος τὴν δόκησιν. καὶ παρὰ Ἀριστοφάνει …
Μύκοι, ἔθνος [Περσίδος], περὶ οὗ Ἑκαταῖος ἐν Ἀσίᾳ “ἐκ Μύκων ἐς Ἀράξην ποταμόν”.
char LCS 36 (49.3%) word LCS 7 (50.0%)
Show overlap highlight
…ύκος καὶ Λύκος υἱὸς Πανδίονος, Πλάκος «ὑπὸ Πλάκῳ ὑληέσσῃ» (Ζ  396), πόκος, τόκος, Μύκος ἔθνος Περσίδος, περὶ οὗ Ἑκαταῖος ἐν Ἀσίᾳ «ἐκ Μύκων εἰς Ἀράξην ποταμόν». Ἴκος νῆσος τῶν Κυκλάδων προσεχὴς τῇ Εὐβοίᾳ, κρίκος. τὸ δοκός πρὸς ἀντιδιαστολὴν τοῦ δόκος τοῦ σημαίνοντος τὴν δόκησιν. καὶ παρὰ Ἀριστοφάνει ἐν Ταγηνισταῖς σημαίνει τὴν ἀγχόνην. σεσημείωται τὸ φακός ὀξύτ…
Ἴκος, νῆσος τῶν Κυκλάδων προσεχὴς τῇ Εὐβοίᾳ. ὁ νησιώτης Ἴκιος. ἔγραψε δὲ Φανόδημος Ἰκιακά.
char LCS 36 (100.0%) word LCS 6 (100.0%)
Show overlap highlight
…ν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, βαρύνεται, Μάκκος, Ὄγκος τὸ κύριον. Λύγκος πόλις Ἠπείρου. Στράβων ἑβδόμῃ (p. 326). ἐκλήθη ἀπὸ Λυγκέως. Φόρκος. Σύλκοι πόλις ἐν Σαρδοῖ, Καρχηδονίων κτίσμα. λέγεται καὶ Σόλκοι, ὡς Ἀρτεμίδωρος ἐν ἐπιτομῇ «ἀπὸ δὲ Καράλεως ἐπὶ Σόλκους». Τὰ εἰς 'κος' δισύλλαβα προσηγορικὰ μὴ παρασχηματιζόμενα εἰς θηλυκὸν γένος, εἰ ἔχο…
Σύλκοι, πόλις ἐν Σαρδοῖ, Καρχηδονίων κτίσμα.