Prosodia Catholica (Herodian)

Passage 1.151
← Index
1.151
No summary yet
Τὰ εἰς 'κος' ὑπὲρ δύο συλλαβὰς μακρᾷ παραλήγοντα σπάνια ὄντα βαρύνεται, Ἄτρηκος πόλις Κρητική, μάληκος ὄνομα· ὀρνέου, μαληκός δὲ ἀπὸ τοῦ μαλακός τροπῇ τοῦ 'α' εἰς 'η' ὀξύνεται, πίθηκος. Πήληκος πόλις ἐν Λιβύῃ, Ζάληκος ὄνομα ποταμοῦ, Ἀμάληκος, ἀφ´ οὗ Ἀμαληκῖτις ἐκλήθη. Κόθωκος ὄνομα ἥρωος. τὸ δὲ Ἰωλκός πόλις Θεσσαλίας «Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν» (Il. Β 712) ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, καὶ Ἀρδησκός ὀξύνεται. Τὰ εἰς 'κος' παραληγόμενα 'αι' ἢ 'οι' μὴ ἐπιθετικὰ προπαροξύνεται, Πάταικος, Φάλαικος, Μίθαικος, σόλοικος, μόνοικος τὸ κατὰ συναλοιφήν. ἔστι καὶ πόλις Λιγυστική. Ἑκαταῖος Εὐρώπῃ. Μοσσύνοικος ἔθνος καλούμενον παρὰ τὰς οἰκήσεις, περὶ οὗ Εὔδοξος ἐν πρώτῳ γῆς περιόδου. τὸ δὲ Εὐβοικός ὀξύνεται ἐπιθετικὸν ὄν. τὸ δὲ ἄγροικος σύνθετον καὶ προπαροξύνεται καὶ προπερισπᾶται. Τὰ εἰς 'κος' ὑπερδισύλλαβα εἰ παραλήγοιτο 'ι' μακρῷ βαρύνεται, Εὔνικος κύριον, Κάϊκος ποταμός, ὅθεν ἄνεμος Καικίας ὡς ἐκεῖθεν πνέων, Γρήνικος ποταμός. Φιλόνικος, Ἑλλάνικος, Ἀριστόνικος. εἰ δὲ τῇ 'ει' διφθόγγῳ, ὀξύνεται, δαρεικός, βοεικός «βοεικὰ ζεύγη» 'ι' ἡ παράδοσις, ἀλλὰ διὰ διφθόγγου δεῖ γράφεσθαι, ἀπὸ γὰρ τοῦ βοειακός κατὰ συγκοπὴν ὡς καὶ Δεκελεικός ἀπὸ τοῦ Δεκελειακός. Κεραμεικός. σεσημείωται τὸ Καμικός καὶ ὁ κτίστης καὶ ἡ πόλις Σικελίας ὀξύτονον καὶ ἔχον τὸ 'ι' μακρὸν ὡς τὸ Παλικός. εἰσὶ δὲ Παλικοί δαίμονές τινες οὓς Αἰσχύλος ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, κληθῆναι δὲ τοὺς Παλικοὺς διὰ τὸ ἀποθανόντας πάλιν εἰς ἀνθρώπους ἱκέσθαι. * Τὰ εἰς 'κος' λήγοντα καθαρὰ ὑπὲρ δύο συλλαβάς, προσηγορικὰ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 69 (10.4%) word LCS 12 (9.3%)
Show overlap highlight
…ελεικός ἀπὸ τοῦ Δεκελειακός. Κεραμεικός. σεσημείωται τὸ Καμικός καὶ ὁ κτίστης καὶ ἡ πόλις Σικελίας ὀξύτονον καὶ ἔχον τὸ 'ι' μακρὸν ὡς τὸ Παλικός. εἰσὶ δὲ Παλικοί δαίμονές τινες οὓς Αἰσχύλος ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, κληθῆναι δὲ τοὺς Παλικοὺς διὰ τὸ ἀποθανόντας πάλιν εἰς ἀνθρώπους ἱκέσθαι. * Τὰ εἰς 'κος' λήγοντα καθαρὰ ὑπὲρ δύο συλλαβάς, προσηγορικὰ
Παλική, πόλις Σικελίας. Θεόφιλος δ´ ἐν ἑνδεκάτῳ περιηγήσεως Σικελίας Παλικίνην κρήνην φησὶν εἶναι. πλησίον δὲ αὐτῆς ἱερὸν Παλικῶν, οἵ εἰσι δαίμονές τινες οὓς Αἰσχύλος ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, Σιληνὸς δὲ ἐν δευτέρῳ Αἴτνης τῆς Ὠκεανοῦ καὶ Ἡφαίστου, κληθῆναι δὲ αὐτοὺς Παλικοὺς διὰ τὸ ἀποθανόντας πάλιν εἰς ἀνθρώπους ἱκέσθαι. “ἔστι δὲ καὶ κρήνη τις ἐν Παλικοῖς τῆς Σικελίας ὡς δεκάκλινος. αὕτη δ´ ἀναρρίπτει ὕδωρ …
char LCS 57 (38.5%) word LCS 9 (32.1%)
Show overlap highlight
… μαλακός τροπῇ τοῦ 'α' εἰς 'η' ὀξύνεται, πίθηκος. Πήληκος πόλις ἐν Λιβύῃ, Ζάληκος ὄνομα ποταμοῦ, Ἀμάληκος, ἀφ´ οὗ Ἀμαληκῖτις ἐκλήθη. Κόθωκος ὄνομα ἥρωος. τὸ δὲ Ἰωλκός πόλις Θεσσαλίας «Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν» (Il. Β  712) ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, καὶ Ἀρδησκός ὀξύνεται. Τὰ εἰς 'κος' παραληγόμενα 'αι' ἢ 'οι' μὴ ἐπιθετικὰ προπαροξύνεται, Πάταικος, Φάλαικος, Μίθαικος, σό…
Ἰωλκός, πόλις Θεσσαλίας. “Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν”. ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, ἀφ´ οὗ τὸ Ἀμυρικὸν πεδίον Λαρισαίων. τὸ ἐθνικὸν Ἰώλκιος καὶ Ἰωλκία καὶ Ἰωλκίς καὶ Ἰωλκιάς.
char LCS 38 (12.6%) word LCS 6 (9.8%)
Show overlap highlight
…' εἰς 'η' ὀξύνεται, πίθηκος. Πήληκος πόλις ἐν Λιβύῃ, Ζάληκος ὄνομα ποταμοῦ, Ἀμάληκος, ἀφ´ οὗ Ἀμαληκῖτις ἐκλήθη. Κόθωκος ὄνομα ἥρωος. τὸ δὲ Ἰωλκός πόλις Θεσσαλίας «Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν» (Il. Β  712) ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, καὶ Ἀρδησκός ὀξύνεται. Τὰ εἰς 'κος' παραληγόμενα 'αι' ἢ 'οι' μὴ ἐπιθετικὰ προπαροξύνεται, Πάταικος, Φάλαικος, Μίθαικος, σό…
Βοίβη, πόλις Θεσσαλίας. Ὅμηρος “Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν”. ἔστιν οὖν καὶ πόλις καὶ λίμνη Βοιβιάς, ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφύρας κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. καὶ ἐν Μακεδονίᾳ λίμνη Βοίβη. τὸ ἐθνικὸν τῆς Βοίβης Βοιβεύς καὶ Βοιβηίς θηλυκόν· εἰ δὲ…
char LCS 34 (48.6%) word LCS 8 (66.7%)
Show overlap highlight
…ι, Πάταικος, Φάλαικος, Μίθαικος, σόλοικος, μόνοικος τὸ κατὰ συναλοιφήν. ἔστι καὶ πόλις Λιγυστική. Ἑκαταῖος Εὐρώπῃ. Μοσσύνοικος ἔθνος καλούμενον παρὰ τὰς οἰκήσεις, περὶ οὗ Εὔδοξος ἐν πρώτῳ γῆς περιόδου. τὸ δὲ Εὐβοικός ὀξύνεται ἐπιθετικὸν ὄν. τὸ δὲ ἄγροικος σύνθετον καὶ προπαροξύνεται καὶ προπερισπᾶται. Τὰ εἰς 'κος' ὑπερδισύλλαβα εἰ παραλήγοιτο 'ι' μακρῷ βαρύνεται…
Μοσσύνοικοι, ἔθνος, περὶ οὗ Εὔδοξος ἐν πρώτῳ γῆς περιόδου. τὸ κτητικὸν Μοσσυνοικικός.
char LCS 22 (2.5%) word LCS 6 (3.3%)
Show overlap highlight
… ζεύγη» 'ι' ἡ παράδοσις, ἀλλὰ διὰ διφθόγγου δεῖ γράφεσθαι, ἀπὸ γὰρ τοῦ βοειακός κατὰ συγκοπὴν ὡς καὶ Δεκελεικός ἀπὸ τοῦ Δεκελειακός. Κεραμεικός. σεσημείωται τὸ Καμικός καὶ ὁ κτίστης καὶ ἡ πόλις Σικελίας ὀξύτονον καὶ ἔχον τὸ 'ι' μακρὸν ὡς τὸ Παλικός. εἰσὶ δὲ Παλικοί δαίμονές τινες οὓς Αἰσχύλος ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, …
…ἡ χώρα καὶ τὸ ἐθνικὸν Αἰολεύς. Ἡρωδιανὸς δέ φησιν, ὅτι τοῖς συνοικισταῖς συνεχῶς ὁμοφωνεῖ τὰ ἐθνικά, δηλονότι καὶ γραφῇ καὶ τόνῳ. τὸ Τευκρός ὡς τριγενὲς ὠξύνθη. εὑρίσκεται καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, ὁμοίως Τροιζήν Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος. ἔσθ´ ὅτε καὶ ἐπὶ τῶν τριῶν εὑρίσκεται ἓν ὄνομα, κτιστοῦ πόλεως καὶ ἔθνους, ὡς τὸ Δάρδανος. λέγεται καὶ Αἱμονιεύς τὸ ἐθνικόν, ὡς Ἀμβρακιεύς, καὶ Αἱμόνιος κ…
char LCS 14 (9.9%) word LCS 5 (17.2%)
Show overlap highlight
Τὰ εἰς 'κος' ὑπὲρ δύο συλλαβὰς μακρᾷ παραλήγοντα σπάνια ὄντα βαρύνεται, Ἄτρηκος πόλις Κρητική, μάληκος ὄνομα· ὀρνέου, μαληκός δὲ ἀπὸ τοῦ μαλακός τροπῇ τοῦ 'α' εἰς 'η' ὀξύνεται, πίθηκος. Πήληκος πόλις ἐν Λιβύῃ, Ζάληκος ὄνομα ποταμοῦ, Ἀμάληκος, ἀφ´ οὗ Ἀμαληκῖτις ἐκλήθη. Κόθωκος ὄνομα ἥρωος. τὸ δὲ Ἰωλκός πόλις Θεσσαλίας «Βοίβη…
Ἅρπυια, πόλις ἐν Ἰλλυρίᾳ παρ´ Ἐγχελέαις, εἰς ἣν Βάτων ὁ Ἀμφιαράου ἡνίοχος μετὰ τὸν ἀφανισμὸν αὐτοῦ ἀπῴκησε. Πολύβιος. τὸ ἐθνικὸν Ἁρπυιήτης, τροπῇ τοῦ « α » εἰς « η ». ἔστι γὰρ Ἁρπυιάτης.