καὶ ὑπ´ αὐτοῦ κτισθεῖσα. Θέων δέ φησιν ὅτι Ἄλος θεράπαινα ἦν Ἀθάμαντος ἡ μηνύσασα τὴν Ἰνὼ φρύγειν τὰ σπέρματα, ἧς εἰς τιμὴν τὴν πόλιν ὠνόμασεν. δύο δὲ Παρμενίσκος ἱστορεῖ, τὸν μὲν Μαλιακὸν ὑπὸ Ἀχιλλεῖ, τὸν δὲ ὑπὸ Πρωτεσιλάῳ. Ἀπολλόδωρος δὲ ἀρσενικῶς λέγεσθαι τὴν πόλιν φησίν. πάλος, σάλος, λάλος, φάλος, μύλος, τύλος, Πύλος πόλις ἐν Μεσσήνῃ. Ξύλος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. φίλος, κτίλος, ὃ κατ´ ἀφαίρεσιν ἐκ τοῦ ἱκτίλος γέγονεν. πόλος, στόλος, ψόλος, ὅλος, Φόλος ὁ Κένταυρος, χόλος, δόλος, κόλος, βόλος, μόλος καὶ Μόλος «Μηριόνη Μόλου υἱέ» (Ν 249) σόλος καὶ Σόλοι Κιλικίας πόλις. Ἑκαταῖος Εὐρώπῃ. κέκληται δὲ ἀπὸ Σόλωνος ὡς Εὐφορίων. θόλος. «μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς» (Od. χ 442). τὸ μέντοι θολός τὸ μέλαν τῆς σηπίας ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστι. τὸ δὲ αὐτὸ λέγεται ὀλός. καὶ τὸ ὀλός δὲ ὁ ὀλέθριος ὀξύνεται. τὸ γὰρ Ἀλκμανικὸν «ἔχει μ´ ἄχος ὦ ὀλὲ δαῖμον» ἐὰν μὲν ὀλός ἡ εὐθεῖα, οὐκ ἔστι συγκοπή. ἐὰν δὲ ἐκ τοῦ ὀλοός ἡ κλητικὴ ὀλοέ, συγκοπή ἐστιν. Τὰ εἰς 'λος' μονογενῆ δισύλλαβα μὴ ἀπὸ τοῦ 'χ' ἀρχόμενα ἔχοντα δίχρονον ἐκτεταμένον, εἰ μή τις εἴη διαστολή, βαρύνεται, Μᾶλος Ἀμφικτύονος υἱὸς ἢ Ἀμύρου τοῦ Βοιωτοῦ, κᾶλος «ἐν δ´ ὑπέρας τε κάλους τε» (Od. ε 260). Ἶλος τὸ κύριον, ἰλός δὲ ὁ διεστραμμένος, πῖλος, μῖλος, σπῖλος, Βρῖλος ὄνομα κύριον, τῖλος τὸ φορτικόν, στῦλος, γρῦλος, θρῦλος. τὸ δὲ χυλός καὶ χιλός ἡ τροφὴ ὀξύνεται ἀπὸ τοῦ 'χ' ἀρχόμενα. τὸ δὲ ψιλός τριγενὲς ὡς καὶ τὸ καλός παρὰ τῷ ποιητῇ ὑγιῶς ἐκτεταμένον. τὸ δὲ βαλός, οὕτως ὁ βαθμός καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ, Δωρικῶς τέτραπται. καὶ τὸ δαλός
Pending translation