Prosodia Catholica (Herodian)

Passage 1.157
← Index
1.157
Names and ethnonyms with -λλ- clusters (Gallus, Psullos, Phyllos, Phellos, etc.), myths about castration origin of 'Galli', place names and accent/phonetic notes on -λλ- forms and oxytonic shifts.
ἐν τῷ περὶ Φρυγίας τρίτῳ, τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τηρίαν ποταμὸν καὶ οἰκῆσαι καὶ ποταμὸν Γάλλον καλέσαι. ἀπ´ ἐκείνου γὰρ τοὺς τεμνομένους τὰ αἰδοῖα γάλλους καλοῦσιν—καὶ ἔθνος. Ψύλλος τὸ κύριον. Ἀγροίτας αʹ Λιβυκῶν· «ἀνδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πλησιάσαι ταῖς νύμφαις καὶ γεννῆσαι παῖδας Ἀδυρμαχίδαν, Ἀραραύκηλα, Ἀσβύταν, Βάκαλα, Μάκαν, Ψύλλον». ἀφ´ οὗ Ψύλλοι τὸ ἔθνος, περὶ οὗ Ἡρόδοτος τετάρτῃ (c. 173) «Νασαμῶσι προσόμουροί εἰσι Ψύλλοι». Σκύλλος ὁ κολυμβητής, Φέλλος τὸ κύριον, Ἡσίοδος «Φέλλον ἐϋμμελίην τηλεκλειτὴ Μελίβοια», Γρύλλος καθάρας τοὺς Διοσκούρους ὡς Φιλοστέφανος, Κόλλος· Δημόγνητος ἐν τῷ περὶ Κνίδου· «καὶ Κόκκυγα τὸν Τελέστορος καὶ Κόλλον τὸν Σκίρου καὶ Λώγασον τὸν Αὐτονόμου καὶ Κτῆσιν τὸν Μνησιθέου». Γίλλος. Ἡρόδοτος γʹ (c. 138). Φύλλος πόλις ἐν Θετταλίᾳ. Στράβων θʹ ἀρσενικῶς. Ῥιανὸς δὲ Φύλλον θηλυκῶς ἐν θʹ Θεσσαλικῶν «οἱ δ´ ἄφαρ ὁπλισθέντες ἴσαν κραναὴν ποτὶ Φύλλον». Τράλλος ἔθνος Ἰλλυρίας, οἳ καὶ Τράλλεις παρὰ Θεοπόμπῳ. Μάλλος ὁ κτίστης πόλεως Μαλλοῦ. Κύλλος τὸ κύριον, οὗ μέμνηται καὶ Ἀριστοφάνης καὶ Κρατῖνος ἐν Μαλθακοῖς. τὸ δὲ κολλός ὀξύνεται ὡς ἐπιθετικόν. καὶ τὸ Μαλλός θηλυκὸν ὄνομα πόλεως Κιλικίας. Καλλίμαχος Αἰτίων πρώτῳ. καὶ τὸ Φελλός πόλις Παμφυλίας. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναί φησι. σεσημείωται τὸ Ἑλλός ἢ Σελλός «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται» (Il. Π 234). Τὰ εἰς δύο 'λλ' προσηγορικά, εἰ μὴ παραλήγοιεν 'ι', καὶ πάντα τὰ τριγενῆ ὀξύνεται, μαλλός, φαλλός, θαλλός, φελλός, σκελλός, πολλός,
In the third book of the work On Phrygia: that Gallus and Attis cut off their genitals, and that Gallus came to the river Tereias and settled there and called the river Gallus. For from him they call those who cut off their genitals galli—and it is also an ethnonym. Ψύλλος is a proper name. Agroitas, in the first book of the Libyca: “and when Amphithemin had come to manhood, he lay with the nymphs and begot children—Adyrmachidas, Araraukelas, Asbytas, Bakalas, Makan, Ψύλλον.” From him the people are called Ψύλλοι, about whom Herodotus in the fourth book (c. 173) says: “The Ψύλλοι are neighbors of the Nasamones.” Σκύλλος ‘the swimmer’; Φέλλος is a proper name; Hesiod: “Φέλλον, fair in song, far-famed Meliboia.” Γρύλλος, who purified the Dioscuri, as Philostephanus says; Κόλλος: Demognetus in the work On Cnidus: “and Κόκκυγα son of Telestor, and Κόλλον son of Scirus, and Λώγασον son of Autonomus, and Κτῆσιν son of Mnesitheus.” Γίλλος: Herodotus, book 3 (c. 138). Φύλλος, a city in Thessaly: Strabo, book 9, in the masculine; but Rhianus uses Φύλλον in the feminine in the ninth book of the Thessalica: “and they, once armed, went straightway to rugged Φύλλον.” Τράλλος, a people of Illyria, who are also called Τράλλεις in Theopompus. Μάλλος, the founder of the city Mallus. Κύλλος is a proper name, mentioned also by Aristophanes and Cratinus in the Malthakoi. But κολλός is accented on the acute as an adjective. And Μαλλός is also the feminine name of a city of Cilicia: Callimachus, in the first book of the Aetia. And Φελλός is a city of Pamphylia: Alexander Polyhistor in the work On Lycia says that Φελλόν and Ἀντίφελλον are in Lycia. Noted is Ἑλλός or Σελλός: “and about you dwell the Σελλοί, your interpreters” (Il. Π 234). Appellatives ending in double -λλ-, unless their penult has ι, and all trisyllabic forms, are accented on the acute: μαλλός, φαλλός, θαλλός, φελλός, σκελλός, πολλός.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 89 (29.6%) word LCS 20 (35.1%)
Show overlap highlight
ἐν τῷ περὶ Φρυγίας τρίτῳ, τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τηρίαν ποταμὸν καὶ οἰκῆσαι καὶ ποταμὸν Γάλλον καλέσαι. ἀπ´ ἐκείνου γὰρ τοὺς τεμνομένους τὰ αἰδοῖα γάλλους καλοῦσιν—καὶ ἔθνος. Ψύλλος τὸ κύριον. Ἀγροίτας αʹ Λιβυκῶν· «ἀνδρωθέντα δὲ τὸν Ἀμφίθε…
Γάλλος, ποταμὸς Φρυγίας. οἱ περίοικοι κατὰ μὲν Τιμόθεον Ποταμογαλλῖται, κατὰ δὲ Προμαθίδαν Ποταμογαλληνοί, οὓς παρατίθεται ὁ πολυίστωρ ἐν τῷ περὶ Φρυγίας τρίτῳ· καὶ ὅτι τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα, καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τηρίαν ποταμὸν καὶ οἰκῆσαι καὶ τὸν ποταμὸν Γάλλον καλέσαι. ἀπ´ ἐκείνου γὰρ τοὺς τεμνομένους τὰ αἰδοῖα γάλλους καλοῦσι.
char LCS 64 (37.9%) word LCS 12 (40.0%)
Show overlap highlight
…ρατῖνος ἐν Μαλθακοῖς. τὸ δὲ κολλός ὀξύνεται ὡς ἐπιθετικόν. καὶ τὸ Μαλλός θηλυκὸν ὄνομα πόλεως Κιλικίας. Καλλίμαχος Αἰτίων πρώτῳ. καὶ τὸ Φελλός πόλις Παμφυλίας. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναί φησι. σεσημείωται τὸ Ἑλλός ἢ Σελλός «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται» (Il. Π 234). Τὰ εἰς δύο 'λλ' προσηγορικά, εἰ μὴ παραλήγοιεν 'ι', καὶ πάντα τὰ τριγενῆ…
Φελλός, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναι λέγει. ὁ πολίτης Φελλίτης καὶ Ἀντιφελλίτης, ὡς Ἀλέξανδρος ἐν τῇ εἰρημένῃ καὶ Πολύχαρμος.
char LCS 59 (44.0%) word LCS 11 (42.3%)
Show overlap highlight
…όγνητος ἐν τῷ περὶ Κνίδου· «καὶ Κόκκυγα τὸν Τελέστορος καὶ Κόλλον τὸν Σκίρου καὶ Λώγασον τὸν Αὐτονόμου καὶ Κτῆσιν τὸν Μνησιθέου». Γίλλος. Ἡρόδοτος γʹ (c. 138). Φύλλος πόλις ἐν Θετταλίᾳ. Στράβων θʹ ἀρσενικῶς. Ῥιανὸς δὲ Φύλλον θηλυκῶς ἐν θʹ Θεσσαλικῶν «οἱ δ´ ἄφαρ ὁπλισθέντες ἴσαν κραναὴν ποτὶ Φύλλον». Τράλλος ἔθνος Ἰλλυρίας, οἳ καὶ Τράλλεις παρὰ Θεοπόμπῳ. Μάλλος ὁ κτίστης πόλεως Μαλλοῦ. Κύλλ…
Φύλλος, πόλις ἐν Θετταλίᾳ. Στράβων θʹ [ἀρσενικῶς.] Ῥιανὸς δὲ Φύλλον θηλυκῶς λέγει ἐν θʹ Θεσσαλικῶν “οἳ δ´ ἄφαρ ὁπλισθέντες ἴσαν κραναὴν ποτὶ Φύλλον”. οἱ οἰκοῦντες Φυλλεῖς.
char LCS 44 (18.0%) word LCS 6 (14.3%)
Show overlap highlight
…νδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πλησιάσαι ταῖς νύμφαις καὶ γεννῆσαι παῖδας Ἀδυρμαχίδαν, Ἀραραύκηλα, Ἀσβύταν, Βάκαλα, Μάκαν, Ψύλλον». ἀφ´ οὗ Ψύλλοι τὸ ἔθνος, περὶ οὗ Ἡρόδοτος τετάρτῃ (c. 173) «Νασαμῶσι προσόμουροί εἰσι Ψύλλοι». Σκύλλος ὁ κολυμβητής, Φέλλος τὸ κύριον, Ἡσίοδος «Φέλλον ἐϋμμελίην τηλεκλειτὴ Μελίβοια», Γρύλλος καθάρας τοὺς Διοσκούρους ὡς Φιλοστέφανος, Κόλλος· Δημόγνητος …
Ψύλλοι, καὶ Ψυλλικὸς κόλπος ἐν τῷ Λιβυκῷ κόλπῳ. Ἑκαταῖος περιηγήσει Λιβύης “ὁ Ψυλλικὸς κόλπος μέγας καὶ βαθύς, τριῶν ἡμερέων πλόος”. περὶ δὲ Ψύλλων Ἡρόδοτος τετάρτῃ “Νασαμῶσι προσόμουροί εἰσι Ψύλλοι”. λέγονται δὲ ἀπὸ Ψύλλου. οὗτοι λέγονται πᾶσι θηρίοις καὶ ἑρπετοῖς δακνόμενοι ἀβλαβεῖς διατελεῖν.
char LCS 29 (42.0%) word LCS 6 (40.0%)
Show overlap highlight
…ς Αἰτίων πρώτῳ. καὶ τὸ Φελλός πόλις Παμφυλίας. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναί φησι. σεσημείωται τὸ Ἑλλός ἢ Σελλός «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται» (Il. Π 234). Τὰ εἰς δύο 'λλ' προσηγορικά, εἰ μὴ παραλήγοιεν 'ι', καὶ πάντα τὰ τριγενῆ ὀξύνεται, μαλλός, φαλλός, θαλλός, φελλός, σκελλός, πολλός,
Σελλοί, οἱ Δωδωναῖοι. “ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται”. λέγεται καὶ δίχα τοῦ « σ » Ἐλλοί.
char LCS 29 (6.5%) word LCS 6 (7.3%)
Show overlap highlight
…ὶ Κρατῖνος ἐν Μαλθακοῖς. τὸ δὲ κολλός ὀξύνεται ὡς ἐπιθετικόν. καὶ τὸ Μαλλός θηλυκὸν ὄνομα πόλεως Κιλικίας. Καλλίμαχος Αἰτίων πρώτῳ. καὶ τὸ Φελλός πόλις Παμφυλίας. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναί φησι. σεσημείωται τὸ Ἑλλός ἢ Σελλός «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται» (Il. Π 234). Τὰ εἰς δύο 'λλ' προσηγορικά, ε…
Ἀφροδισιάς, πόλις Κιλικίας, περὶ ἧς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τῷ περὶ Κιλικίας φησὶν ὅτι Ζώπυρός φησιν αὐτὴν ἀπὸ τῆς Ἀφροδίτης κεκλῆσθαι, γράφων καὶ ἱστορίας. δευτέρα Ἰβηρίας πρὸς τοῖς Κελτοῖς. τρίτη νῆσος ἡ πρότερον Ἐρύθεια, μεταξὺ Ἰβηρίας καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πέμπτη μεταξὺ Λυ…
char LCS 29 (2.4%) word LCS 6 (2.6%)
Show overlap highlight
…ς Αἰτίων πρώτῳ. καὶ τὸ Φελλός πόλις Παμφυλίας. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναί φησι. σεσημείωται τὸ Ἑλλός ἢ Σελλός «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται» (Il. Π 234). Τὰ εἰς δύο 'λλ' προσηγορικά, εἰ μὴ παραλήγοιεν 'ι', καὶ πάντα τὰ τριγενῆ ὀξύνεται, μαλλός, φαλλός, θαλλός, φελλός, σκελλός, πολλός,
… Ὀδύσσειαν ὑπομνηματίζων δύο φησί, Θετταλικὴν καὶ Θεσπρωτικήν, οὕτως “Δωδώνην νῦν φησι τὴν Θεσπρωτικὴν ἐν ᾗ τὸ μαντεῖον ἐκ τῆς δρυός, ἑτέρα δὲ ἡ Θετταλικὴ ἀφ´ ἧς ὁ Ἀχιλλεὺς καλεῖ τὸν Δία”. ἔοικε δὲ οὕτως ἐπιλελῆσθαι τό “ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι”. πῶς γὰρ τούτων μέμνηται ἀπὸ τῆς Θετταλικῆς καλῶν αὐτόν; οὕτω δὲ καὶ Ἐπαφρόδιτος ἐν τῇ πʹ τῆς Ἰλιάδος “τιμᾷ τοὺς ἐν Δωδώνῃ ἔχοντας ἐπιφανὲς μαντεῖον ‚τὸν δ´ ἐς Δωδώνην φάτο βήμεναι‛. ἐπικέκληκε δ…
char LCS 29 (2.4%) word LCS 6 (2.6%)
Show overlap highlight
…ς Αἰτίων πρώτῳ. καὶ τὸ Φελλός πόλις Παμφυλίας. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναί φησι. σεσημείωται τὸ Ἑλλός ἢ Σελλός «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται» (Il. Π 234). Τὰ εἰς δύο 'λλ' προσηγορικά, εἰ μὴ παραλήγοιεν 'ι', καὶ πάντα τὰ τριγενῆ ὀξύνεται, μαλλός, φαλλός, θαλλός, φελλός, σκελλός, πολλός,
… Ὀδύσσειαν ὑπομνηματίζων δύο φησί, Θετταλικὴν καὶ Θεσπρωτικήν, οὕτως “Δωδώνην νῦν φησι τὴν Θεσπρωτικὴν ἐν ᾗ τὸ μαντεῖον ἐκ τῆς δρυός, ἑτέρα δὲ ἡ Θετταλικὴ ἀφ´ ἧς ὁ Ἀχιλλεὺς καλεῖ τὸν Δία”. ἔοικε δὲ οὕτως ἐπιλελῆσθαι τό “ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι”. πῶς γὰρ τούτων μέμνηται ἀπὸ τῆς Θετταλικῆς καλῶν αὐτόν; οὕτω δὲ καὶ Ἐπαφρόδιτος ἐν τῇ πʹ τῆς Ἰλιάδος “τιμᾷ τοὺς ἐν Δωδώνῃ ἔχοντας ἐπιφανὲς μαντεῖον ‚τὸν δ´ ἐς Δωδώνην φάτο βήμεναι‛. ἐπικέκληκε δ…
char LCS 19 (1.6%) word LCS 5 (2.2%)
Show overlap highlight
…ν Μαλθακοῖς. τὸ δὲ κολλός ὀξύνεται ὡς ἐπιθετικόν. καὶ τὸ Μαλλός θηλυκὸν ὄνομα πόλεως Κιλικίας. Καλλίμαχος Αἰτίων πρώτῳ. καὶ τὸ Φελλός πόλις Παμφυλίας. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναί φησι. σεσημείωται τὸ Ἑλλός ἢ Σελλός «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται» (Il. Π 234). Τὰ εἰς δύο 'λλ' προσηγορικά, ε…
…κάονος. [ἔστι καὶ ἄλλη Εὐβοίας.] Ἀριστοτέλης γοῦν τὸν Ὠρωπὸν Γραῖάν φησι λέγεσθαι “ἡ δὲ Γραῖα τόπος τῆς Ὠρωπίας πρὸς τῇ θαλάσσῃ κατ´ Ἐρέτριαν τῆς Εὐβοίας κειμένη”. ἔστι καὶ τρίτη ἐν Συρίᾳ, κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυΐστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως “Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι πόλιν Ὠρωπόν, ἣν πρότερον Τελμησσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτην δέ φασιν ὑπὸ Σελεύκου τοῦ Νικάτορος ἐπικτισθεῖσαν Ὠρωπὸν ὠνομάσθαι…