μυλλός, ἰλλός «ἰλλοί τε πόδες». τὸ ἴλλος, σίλλος καὶ βίλλος τὸ ἀνδρεῖον αἰδοῖον τὸ κοινῶς βιλλίν παρ´ Ἐφεσίοις βαρύνεται. τὸ δὲ κιλλός εἶδος χρώματος ἐν Στεφανοπώλισιν Εὐβούλου «εὔχρων τε κιλλὸν μανθάνεις θερίστριον» ὀξύνεται. σεσημείωται τὸ ψύλλος, τὸ δὲ Ψύλλος τὸ ἐπ´ ἔθνους κύριον. τὸ δὲ ἄλλος ὡς ἐπιμεριζόμενον βαρύνεται. Τὰ εἰς 'λος' μετ´ ἐπιπλοκῆς συμφώνου βαρύνεται· εἰ δέ τι εἴη ὀξύτονον, ἐπιθετικὸν ὑπάρχει, ὄτλος, βύβλος καὶ Βύβλος πόλις Φοινίκης. ἔστι καὶ Βύβλος ἐν τῷ Νείλῳ πόλις. βίβλος καὶ Βίβλος ποταμὸς Νάξου· ὄχλος, κόχλος, κύκλος, Ἄσκλος πόλις Ἰταλίας. Διονύσιος ἐν κʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. ἔστι καὶ οὐδέτερον. Τύσκλος πόλις Ἰταλίας. λέγεται καὶ Τυσκλανόν. Ὕβλος βασιλεύς, ἀφ´ οὗ Ὕβλα πόλις Σικελίας. Ζάγκλος ὁ γηγενής, ἀφ´ οὗ τινες Ζάγκλην πόλιν Σικελίας. τὸ δὲ τυφλός ὀξύνεται, ἐπιθετικὸν ὄν, ὥσπερ καὶ τὸ στρεβλός καὶ ἐσθλός καὶ σιφλός ὁ κεκακωμένος, σίφλος δὲ ὁ μῶμος. σεσημείωται τὸ μοχλός ὀξυνόμενον. Τὰ εἰς 'αλλος' τρισύλλαβα μὴ ἐθνικὰ προπαροξύνεται, κρύσταλλος, Δίαλλος, ὄκταλλος ὁ ὀφθαλμὸς παρὰ Βοιωτοῖς. τὸ δὲ Τριβαλλός ἐθνικόν. Ἀριστοφάνης Ὄρνισιν ( 1528) «ὄνομα δὲ τούτοις τῶν θεῶν τῶν βαρβάρων τί ἔστι; μανθάνω. Τριβαλλοί». καὶ τὸ προβαλλός ἡ ἀσπίς ὀξυνόμενον. Τὰ ὑπὲρ τρεῖς συλλαβὰς ἐκφερόμενα παραληγόμενα τῷ 'α' βαρύνεται, εἰ μὴ ἀπὸ τοῦ 'κ' ἄρχοιτο, ἀρύβαλλος τὸ μαρσύπιον, περίαλλος τὸ ἰσχίον, αἰγίθαλλος. κραπαταλλός δὲ εἶδος νομίσματος καὶ κορυδαλλός προσηγορικὸν καὶ ὄνομα δήμου Ἀττικοῦ ὀξύνεται. Τὰ εἰς 'λλος' πολυσύλλαβα, ὁποίῳ φωνήεντι παραλήγει πλὴν τοῦ 'α', προπαροξύνεται, Μύσκελλος ὁ Κρότωνος οἰκιστής, Μάρκελλος, Ἀντίφελλος χωρίον Λυκίας, Κύριλλος, Σόφιλλος, δόριλλος, Μέγιλλος, Τήριλλος, Πέριλλος, Ἄϊλλος, Ἔπιλλος, ἀνάσιλλος, Γράστιλλος ἀρσενικῶς πόλις Μακεδονίας, ὃ καὶ διὰ τοῦ 'π' γράφεται
Pending translation