Prosodia Catholica (Herodian)

Passage 1.161
← Index
1.161
No summary yet
ἡ βοτάνη, ἀσφοδελός ὁ τόπος ὁ περιέχων. τὸ δειελός τὸ δειλινόν ὀξύνεται καὶ τὸ ὀβελός καὶ μυελός. Τὰ διὰ τοῦ 'ελος' ἐπιθετικὰ ὑπερδισύλλαβα ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται, ἀείδελος, εἴκελος, εὐτράπελος, πέμπελος ὁ παλαιός. εἰ δὲ τριβράχεα εἴη ἐπιθετικὰ μὴ ὄντα σύνθετα, ὀξύνεται, Σικελός τὸ ἐθνικὸν ἀπὸ τοῦ οἰκιστοῦ καὶ ἀρχηγέτου τῆς χώρας, ἀφ´ οὗ καὶ Σικελία ἡ χώρα, ὡς Κίλικες τοῦ Κίλικος, οὗ καὶ ἡ Κιλικία, ὡς Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγες Φρυγός, οὗ ἡ Φρυγία. «τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνές εἰσι Σικελιῶται ὡς Ἰταλιῶται.» στροβελός, κεφελός (?). τὸ δὲ ζάφελος σύνθετον ὂν παρὰ τὸ 'ζα' καὶ τὸ ὀφέλλω τὸ αὔξω προπαροξύνεται. τὸ δὲ δέελος ταὐτόν ἐστι τῷ δῆλος. Τὰ διὰ τοῦ 'ηλος' ὑπερδισύλλαβα προσηγορικὰ ἢ κύρια ἢ ἐπιθετικὰ μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται, εὔκηλος, τράχηλος, κάπηλος, κάμηλος, φάσηλος, Στύμφηλος, βέβηλος, κίβδηλος, ἐρύγμηλος, ὃ οὐ δεόντως Τυραννίων ὀξύνει· ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸς «ἤρυγεν ἑλκόμενος ἕλικι» (Il. Υ 404), ἐρύγηλος καὶ ἐν πλεονασμῷ τοῦ 'μ' ἐρύγμηλος. Πάμηλος, Εὔζηλος φρουρίον Σικελίας.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 106 (11.8%) word LCS 23 (13.2%)
Show overlap highlight
…γέτου τῆς χώρας, ἀφ´ οὗ καὶ Σικελία ἡ χώρα, ὡς Κίλικες τοῦ Κίλικος, οὗ καὶ ἡ Κιλικία, ὡς Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγες Φρυγός, οὗ ἡ Φρυγία. «τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνές εἰσι Σικελιῶται ὡς Ἰταλιῶται.» στροβελός, κεφελός (?). τὸ δὲ ζάφελος σύνθετον ὂν παρὰ τὸ 'ζα' καὶ τὸ ὀφέλλω τὸ αὔξω προπαροξύνεται. τὸ δὲ δέελος ταὐτόν ἐστι τῷ δῆλος. Τὰ διὰ τοῦ 'ηλος' ὑπε…
… ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη Κύρνος, τετάρτη δ´ ἡ Διὸς Κρήτη τροφός, Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος, Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦς´ ἔχει. .... “τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνές εἰσι Σικελιῶται, ὡς Ἰταλιῶται”.]] τὸ ἐθνικὸν Σικελοί καὶ Σικελιῶται. καὶ οἱ μὲν ἀπὸ τοῦ οἰκιστοῦ καὶ ἀρχηγέτου τῆς χώρας, ἀφ´ οὗ καὶ ἡ χώρα, ὡς Κίλικες τοῦ Κίλικος, οὗ καὶ ἡ Κιλικία, ὡς Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγες Φρυγός, οὗ ἡ Φ…