Prosodia Catholica (Herodian)

Passage 1.162
← Index
1.162
No summary yet
Εὐρύηλος· οὕτως ἡ ἀκρόπολις τῶν Ἐπιπολῶν. Κάρμηλος ὄρος. Ὄλβηλος πόλις Μακεδονίας. Βάλακρος Μακεδονικῶν .... Ῥάκηλος πόλις Μακεδονίας. Σελευκόβηλος πόλις Συρίας. Φάρβηλος πόλις Ἐρετριέων. Ἄρβηλος ὁ Ἀθμονέως, ἀφ´ οὗ Ἄρβηλα πόλις Περσική. τὸ δὲ ῥιγηλός ἔχει θηλυκόν. Τὰ διὰ τοῦ 'ηλος' ὑπερδισύλλαβα ἁπλᾶ ἐπιθετικὰ ἔχοντα θηλυκὰ ὀξύνεται, σιγηλός, μιμηλός, ἀπατηλός, ὑψηλός, ὑδρηλός, χαμηλός, ὀμβρηλός, ὀκνηλός, ἀτυζηλός. Τὰ διὰ τοῦ 'ιλος' ἀρσενικὰ ἔχοντα τὸ 'ι' βραχὺ παροξύνεται· εἰ δέ τι προπαροξύτονον εἴη, ἢ πάθει γέγονεν ἢ γένει διαφέρει, ναυτίλος, Τρωΐλος, Ζωΐλος, Πενθίλος, ὀργίλος, Μυρτίλος, Χοιρίλος, Πορσίλος, Βανδίλος, φρυγίλος. Σποργίλος δῆμος Ἀττικός, Κορπίλος Θρᾳκῶν ἔθνος. Στράβων ζʹ (p. 87). τὸ δὲ αἴγιλος θηλυκὸν προπαροξύνεται. τὸ δὲ κόϊλος ἀπὸ τοῦ κοῖλος κατὰ πάθος καὶ τὸ μύτιλος ὁ ἔσχατος καὶ τὸ πύτιλος προπαροξύνεται. σεσημείωται δὲ καὶ τὸ Νύκτιλος προπαροξυνόμενον. Τὰ εἰς 'ιλος' ὑπερδισύλλαβα, εἰ ἔχοι τὸ 'ι' ἐκτεταμένον, προπαροξύνεται, εἰ μὴ ἡ τρίτη ἔχοι τὸ 'α', ὃ προκατάρχει συμφώνων ἐν συλλήψει ὄντων, στρόβιλος εἶδος ὀρχήσεως, στροβιλός δὲ ἡ συστροφὴ τοῦ ἐχίνου, ἔσβιλος, ὅμιλος, Πάμμιλος, ἀλλ´ οὐκ ἐν συλλήψει τὰ σύμφωνα. τὸ δὲ Καδμῖλος ὁ Ἑρμῆς προπερισπᾶται ἔχον τὸ 'α' ἐπιφερομένων δύο συμφώνων ἐν συλλήψει.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 41 (70.7%) word LCS 5 (62.5%)
Show overlap highlight
Εὐρύηλος· οὕτως ἡ ἀκρόπολις τῶν Ἐπιπολῶν. Κάρμηλος ὄρος. Ὄλβηλος πόλις Μακεδονίας. Βάλακρος Μακεδονικῶν .... Ῥάκηλος πόλις Μακεδονίας. Σελευκόβηλος πόλις Συρίας. Φάρβηλος πόλις Ἐρετριέων. Ἄρβηλος ὁ Ἀθμονέως, ἀφ´ οὗ Ἄρβηλα πόλις Περσική. τὸ δὲ ῥιγηλός ἔχει θηλυκόν…
Ὄλβηλος, πόλις Μακεδονίας. Βάλακρος Μακεδονικῶν .. τὸ ἐθνικὸν Ὀλβήλιος.
char LCS 34 (38.6%) word LCS 6 (42.9%)
Show overlap highlight
Εὐρύηλος· οὕτως ἡ ἀκρόπολις τῶν Ἐπιπολῶν. Κάρμηλος ὄρος. Ὄλβηλος πόλις Μακεδονίας. Βάλακρος Μακεδονικῶν .... Ῥάκηλος πόλις Μακεδονίας. Σελευκόβηλος πόλις Συρίας. Φάρβηλος πόλις Ἐρετριέων. Ἄρβηλος ὁ Ἀθ…
Εὐρύηλος, οὕτως ἡ ἀκρόπολις τῶν Ἐπιπολῶν. πολίχνιον δὲ τοῦτο Συρακουσῶν ἀπόκρημνον. τὸ ἐθνικὸν Εὐρυήλιος.