Prosodia Catholica (Herodian)

Passage 1.163
← Index
1.163
No summary yet
* Τὰ διὰ τοῦ 'ειλος' πολυσύλλαβα σύνθετα ἀπὸ ὀνόματος προπαροξύνεται, τρίχειλος, ἀγκυλόχειλος, κροκόδειλος, εὔειλος. Τὰ εἰς 'ολος' ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ κύρια ἢ προσηγορικὰ προπαροξύνεται, Αἴολος τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός, Ἰταλός, ἄσβολος, εὔκολος, διάβολος. Ὅμολος ὄρος Θετταλίας, ὃ καὶ Ὁμόλη. Νάκολος, Ποτίολοι πόλις Τυρρηνίας, ἥτις καὶ Δικαιάρχεια. αὐτόμολος καὶ Αὐτόμολος ἔθνος Αἰθιοπικόν ὡς Ἡρόδοτος δευτέρᾳ (c. 30) «τοῖσι δὲ Αὐτομόλοισι τούτοισιν ὄνομα Ἀσμάχην, ὅ ἐστιν οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέϊ». Ἀμφίδολοι πόλις τῆς Τριφυλίας καὶ οἱ πολῖται ὁμοίως ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί. τὸ δὲ αἰόλος εἴτε κύριον εἴτε ἐπίθετον παροξύνεται. καὶ τὸ βουκόλος παροξύνεται, ὅτι ἀπὸ ῥήματος. τὸ δὲ ὀβολός ὀξύνεται. Τὰ διὰ τοῦ 'υλος' τρισύλλαβα προσηγορικὰ ἢ κύρια, εἰ ἄρχοιτο ἀπὸ φύσει μακρᾶς, παροξύνεται, κρωβύλος καὶ Κρωβύλος, κηρύλος ὁ τῶν ἀλκυόνων ἄρρην, Αἰσχύλος, Ῥωμύλος, Σιμύλος, Ἡδύλος, Τουσσύλος· οὕτως οἱ Κάττουζοι ὑπὸ Καρῶν ἐκαλοῦντο. βαιτύλος ὁ λίθος ὃν ὁ Κρόνος κατέπιεν, Δημύλος, βηθύλος. σεσημείωται τὸ Οἴτυλος, ἥρως καὶ πόλις Λακωνικῆς «ἠδ´ Οἴτυλον» (Β 585). ἄρχεται τὸ ὄνομα ἀπὸ τῆς 'οι' διφθόγγου, κακῶς δὲ Τυραννίων οἰόμενος ἄρθρον εἶναι τὸ 'οι' καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴγε οὕτως φησὶ καὶ Φερεκύδης «τοῦ δὲ γίνεται Ἀμφιάναξ, τοῦ δ´ Οἴτυλος, ἀφ´ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται». καὶ Ὤγυλος νῆσος μεταξὺ Πελοποννήσου καὶ Κρήτης. τὸ δὲ αἴσυλος ἐπίθετόν ἐστιν. Τὰ διὰ τοῦ 'υλος' τρισύλλαβα ἐπιθετικὰ ὄντα ἁπλᾶ ἔχοντα τὴν τρίτην μακρὰν παροξύνεται, στωμύλος, αἱμύλος ὁ πρᾷος, στρογγύλος,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 90 (71.4%) word LCS 15 (71.4%)
Show overlap highlight
…ος, διάβολος. Ὅμολος ὄρος Θετταλίας, ὃ καὶ Ὁμόλη. Νάκολος, Ποτίολοι πόλις Τυρρηνίας, ἥτις καὶ Δικαιάρχεια. αὐτόμολος καὶ Αὐτόμολος ἔθνος Αἰθιοπικόν ὡς Ἡρόδοτος δευτέρᾳ (c. 30) «τοῖσι δὲ Αὐτομόλοισι τούτοισιν ὄνομα Ἀσμάχην, ὅ ἐστιν οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέϊ». Ἀμφίδολοι πόλις τῆς Τριφυλίας καὶ οἱ πολῖται ὁμοίως ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί. τὸ δὲ αἰόλος εἴτε κύριον εἴτε ἐπίθετον παροξύνεται. καὶ…
Αὐτόμολοι, ἔθνος Αἰθιοπικόν, ὡς Ἡρόδοτος ἐν δευτέρᾳ “τοῖσι δὲ Αὐτομόλοισι τούτοισιν ὄνομα Ἀσμάχην, ὅ ἐστιν οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέι”.
char LCS 85 (85.9%) word LCS 16 (88.9%)
Show overlap highlight
…καὶ Αὐτόμολος ἔθνος Αἰθιοπικόν ὡς Ἡρόδοτος δευτέρᾳ (c. 30) «τοῖσι δὲ Αὐτομόλοισι τούτοισιν ὄνομα Ἀσμάχην, ὅ ἐστιν οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέϊ». Ἀμφίδολοι πόλις τῆς Τριφυλίας καὶ οἱ πολῖται ὁμοίως ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί. τὸ δὲ αἰόλος εἴτε κύριον εἴτε ἐπίθετον παροξύνεται. καὶ τὸ βουκόλος παροξύνεται, ὅτι ἀπὸ ῥήματος. τὸ δὲ ὀβολός ὀξύνεται. Τὰ διὰ τοῦ 'υλος' τρισύλλαβα προσηγορ…
Ἀμφίδολοι, πόλις τῆς Τριφυλίας. καὶ οἱ πολῖται ὁμοίως, ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί, οὕτως Ἀμφίδολοι.
char LCS 40 (74.1%) word LCS 7 (77.8%)
Show overlap highlight
… τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴγε οὕτως φησὶ καὶ Φερεκύδης «τοῦ δὲ γίνεται Ἀμφιάναξ, τοῦ δ´ Οἴτυλος, ἀφ´ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται». καὶ Ὤγυλος νῆσος μεταξὺ Πελοποννήσου καὶ Κρήτης. τὸ δὲ αἴσυλος ἐπίθετόν ἐστιν. Τὰ διὰ τοῦ 'υλος' τρισύλλαβα ἐπιθετικὰ ὄντα ἁπλᾶ ἔχοντα τὴν τρίτην μακρὰν παροξύνεται, στωμύλος, αἱμύλος ὁ πρᾷος, στρογγύλος,
Ὤγυλος, νῆσος μεταξὺ Πελοποννήσου καὶ Κρήτης. τὸ ἐθνικὸν Ὠγύλιος.
char LCS 26 (10.2%) word LCS 5 (9.8%)
Show overlap highlight
…παροξύνεται, τρίχειλος, ἀγκυλόχειλος, κροκόδειλος, εὔειλος. Τὰ εἰς 'ολος' ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ κύρια ἢ προσηγορικὰ προπαροξύνεται, Αἴολος τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός, Ἰταλός, ἄσβολος, εὔκολος, διάβολος. Ὅμολος ὄρος Θετταλίας, ὃ καὶ Ὁμόλη. Νάκολος, Ποτίολοι πόλις Τυρρηνίας, ἥτις καὶ Δικαιάρχεια. αὐτόμολος καὶ Αὐτόμολος ἔθνος Αἰθιοπικόν…
Αἰολία, νῆσος Αἰόλου. Ὅμηρος “Αἰολίην δ´ ἐς νῆσον ἀφικόμεθα”. οἱ νεώτεροι τὸ ἐθνικὸν ὁμοίως καὶ ὁμόφωνον τῷ οἰκιστῇ, ὡς Θετταλός Ἰταλός. ἀλλὰ καὶ Αἰολιώτης, ὡς Σικελιώτης. λέγονται καὶ οἱ τὴν Λέσβον οἰκοῦντες Αἰολεῖς ἀπὸ τῶν Αἰόλου παίδων, ὡς Δωριεῖς ἀπὸ τῶν Δώρου· ἀφ´ ὧν ἡ Αἰολικὴ ἀποικία. οἳ καὶ Αἰολίωνες ὀνομάζονται.
char LCS 12 (9.2%) word LCS 5 (17.9%)
Show overlap highlight
… προπαροξύνεται, τρίχειλος, ἀγκυλόχειλος, κροκόδειλος, εὔειλος. Τὰ εἰς 'ολος' ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ κύρια ἢ προσηγορικὰ προπαροξύνεται, Αἴολος τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός, Ἰταλός, ἄσβολος, εὔκολος, διάβολος. Ὅμολος ὄρος Θετταλίας, ὃ καὶ Ὁμόλη. Νάκολος, Ποτίολοι πόλις Τυρρηνίας, ἥτις καὶ Δικαιάρχεια. αὐτόμολος καὶ Αὐτ…
Παραισός, [πόλις Κρήτης,] περὶ ἧς Ἡρωδιανὸς ἐν ὀγδόῳ “τὸ μέν τοι Παραισός ὀξύνεται. ἐγένετο δὲ ὁ Παραισὸς Μίνῳ συγγενής, ἀφ´ οὗ ἡ πόλις ἡ Παραισός ὁμοτόνως τῷ οἰκιστῇ”.