Prosodia Catholica (Herodian)

Passage 1.164
← Index
1.164
No summary yet
«γογγύλος ἐστὶ λίθος» Καλλίμαχος, ἀγκύλος, καμπύλος. τὸ δὲ αἴσυλος προπαροξύνεται ὡς σύνθετον ἀπὸ τοῦ 'α' καὶ τοῦ συλῶ ὁ πολλὰ συλῶν «ὅδ´ οὐκ ὄθετ´ αἴσυλα ῥέζων» (Ε 403). Τὰ εἰς 'υλος' τρισύλλαβα κύρια ὄντα ἔχοντα τὴν πρώτην συλλαβὴν μηκυνομένην παροξύνεται, προσηγορικὰ δὲ ὄντα προπαροξύνεται. παροξύνεται δὲ Δερκύλος, Βακχύλος, Χαρμύλος. προπαροξύνεται δὲ κόνδυλος, σφόνδυλος, δάκτυλος, γόγγυλος. τὸ δὲ Ἄξυλος καὶ Ὄξυλος κύρια ὄντα τοῖς προσηγορικοῖς κατὰ τὸν τόνον ἠκολούθησαν. Τὰ διὰ τοῦ 'υλος' τριβράχεα, εἰ ἔχοι ἐν τῇ τρίτῃ συλλαβῇ 'ι', προπαροξύνεται, τὰ δὲ μὴ οὕτως ἔχοντα παροξύνεται, εἰ μὴ εἴη παρώνυμον ἐν ἰσοσυλλάβοις, Τίτυλος, Ἴτυλος τὸ κύριον. Σίπυλος πόλις Φρυγίας· Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῳ. τὸ μέντοι Χρεμύλος καὶ Κρατύλος παροξύνονται οὐκ ἔχοντα 'ι' ἐν τῇ πρώτῃ. τὸ δὲ σταφυλός παρώνυμόν ἐστι παρὰ τὸ σταφυλή. τὸ δὲ Ἄγυλος κύριον προπαροξύνεται. Τὰ εἰς 'υλος' ὑπερτρισύλλαβα παροξύνεται, εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως οἷον ἐρωτύλος, ἰαμβύλος, Ὀνησύλος, Νικασύλος. τὸ μέντοι εὐρύπυλος σύνθετον ὡς καὶ Ἑκατόμπυλος πόλις Παρθίας. Τὰ διὰ τοῦ 'ωλος' μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, εἰ μὴ ἔχοι πρὸ τοῦ 'ω' δύο σύμφωνα κατ´ ἐπιπλοκήν, ὧν τὸ δεύτερόν ἐστι 'τ' οἷον Κίμωλος ἥρως καὶ νῆσος, Ἐρίγμωλος, φάσκωλος ὁ θύλακος, Μαύσωλος ὁ Κάρ ἀπὸ Μαυσώλου. Δημοσθένης δεκάτῳ Βιθυνιακῶν «Δαίδαλα Μαυσώλων», Ἄνωλος πόλις Λυδίας ἀπὸ Ἀνώλου τοῦ Ἀσίου παιδὸς καὶ ὁ πολίτης ὁμωνύμως, Ἴωλος ἔθνος Περραιβίας.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 52 (77.6%) word LCS 7 (70.0%)
Show overlap highlight
…οξύνεται, εἰ μὴ ἔχοι πρὸ τοῦ 'ω' δύο σύμφωνα κατ´ ἐπιπλοκήν, ὧν τὸ δεύτερόν ἐστι 'τ' οἷον Κίμωλος ἥρως καὶ νῆσος, Ἐρίγμωλος, φάσκωλος ὁ θύλακος, Μαύσωλος ὁ Κάρ ἀπὸ Μαυσώλου. Δημοσθένης δεκάτῳ Βιθυνιακῶν «Δαίδαλα Μαυσώλων», Ἄνωλος πόλις Λυδίας ἀπὸ Ἀνώλου τοῦ Ἀσίου παιδὸς καὶ ὁ πολίτης ὁμωνύμως, Ἴωλος ἔθνος Περραιβίας.
Μαύσωλοι, οἱ Κᾶρες, ἀπὸ Μαυσώλου. Δημοσθένης δεκάτῳ Βιθυνιακῶν “Δαίδαλα Μαυσώλων”.
char LCS 44 (62.0%) word LCS 8 (66.7%)
Show overlap highlight
… τριβράχεα, εἰ ἔχοι ἐν τῇ τρίτῃ συλλαβῇ 'ι', προπαροξύνεται, τὰ δὲ μὴ οὕτως ἔχοντα παροξύνεται, εἰ μὴ εἴη παρώνυμον ἐν ἰσοσυλλάβοις, Τίτυλος, Ἴτυλος τὸ κύριον. Σίπυλος πόλις Φρυγίας· Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῳ. τὸ μέντοι Χρεμύλος καὶ Κρατύλος παροξύνονται οὐκ ἔχοντα 'ι' ἐν τῇ πρώτῃ. τὸ δὲ σταφυλός παρώνυμόν ἐστι παρὰ τὸ σταφυλή. τὸ δὲ Ἄγυλος κύριον προπαροξύνεται. Τὰ εἰς…
Σίπυλος, πόλις Φρυγίας. Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῳ. τὸ ἐθνικὸν Σιπυληνός καὶ Σιπυληνή.
char LCS 23 (28.7%) word LCS 5 (31.2%)
Show overlap highlight
…' οἷον Κίμωλος ἥρως καὶ νῆσος, Ἐρίγμωλος, φάσκωλος ὁ θύλακος, Μαύσωλος ὁ Κάρ ἀπὸ Μαυσώλου. Δημοσθένης δεκάτῳ Βιθυνιακῶν «Δαίδαλα Μαυσώλων», Ἄνωλος πόλις Λυδίας ἀπὸ Ἀνώλου τοῦ Ἀσίου παιδὸς καὶ ὁ πολίτης ὁμωνύμως, Ἴωλος ἔθνος Περραιβίας.
Ἄνωλος, πόλις Λυδίας. ἐκλήθη ἀπὸ Ἀνώλου, τοῦ Ἀσίου παιδός. οἱ πολῖται Ἄνωλοι, καὶ τὸ θηλυκὸν Ἀνωλιάς.