Prosodia Catholica (Herodian)

Passage 1.165
← Index
1.165
No summary yet
Ὅμηρος «τῷ δ´ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί» (Β 749), ταῦτά τινες μετέγραψαν «τῷ δ´ ἄρ´ Ἴωλοι ἕποντο μενεπτόλεμοί τε Περαιβοί», Μάγδωλος πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει. Τύμωλος ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχηματισμόν. Ἐτέωλος ὄνομα λιμένος. Ἄρρωλος ὄνομα πόλεως. Καστωλὸς δὲ—ἦν δὲ πόλις ἐν Λυδίᾳ—ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν—ὀξύνεται ἔχον δύο σύμφωνα, ὧν τὸ ἓν 'τ' ἐστίν, ὡς καὶ τὸ Πακτωλός. τὸ μέντοι Σπάρτωλος βαρύνεται. ἔστι δὲ πόλις Μακεδονίας, ὡς Θουκυδίδης ἐν δευτέρᾳ (c. 79). τὰ γὰρ δύο σύμφωνα οὐκ εἰσὶν ἐν συλλήψει, ἀλλ´ ἐν διαστάσει. τὸ δὲ Αἰτωλός τριγενές. Τὰ διὰ τοῦ 'ωλος' ὑπερδισύλλαβα ἁπλᾶ ῥηματικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνεται, φειδωλός, αἰτωλός τὸ ἐπίθετον παρὰ τὸ ῥῆμα τὸ αἰτεῖν, ἁμαρτωλός. τὸ μέντοι ἕωλος ὁ χθεσινός προπαροξύνεται ὡς παρώνυμον καὶ τὴν τρίτην βραχεῖαν ἔχει. * καὶ ἄλλως· Τὰ εἰς 'ωλος' ἀρσενικὰ πρὸ τοῦ 'ω' τὸ 'τ' ἔχοντα ὀξύνεται, Καστωλός, Πακτωλός, ἁμαρτωλός, Αἰτωλός ὁ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπ´ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. τὸ Σπάρτωλος θηλυκόν ἐστι καὶ τὸ Μαύσωλος οὐκ ἔχει τὸ 'τ'. Τὰ εἰς 'λος' ὑπερδισύλλαβα παραληγόμενα τῇ διὰ τοῦ 'υ' διφθόγγῳ προπαροξύνεται. δίαυλος, θύραυλος, ἴουλος, Κάμουλος, ὕπουλος, Γαίτουλος ἔθνος Λιβύης, ὃ Ἀρτεμίδωρος Γαιτουλίους φησί. Τούρδουλος ἔθνος τῆς Ἰβηρίας, οἳ καὶ Τουρδητανοί. Ἀρτεμίδωρος δὲ Τούρτους αὐτοὺς καλεῖ καὶ Τουρτυτανούς.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 74 (15.4%) word LCS 13 (14.4%)
Show overlap highlight
…ται ὡς παρώνυμον καὶ τὴν τρίτην βραχεῖαν ἔχει. * καὶ ἄλλως· Τὰ εἰς 'ωλος' ἀρσενικὰ πρὸ τοῦ 'ω' τὸ 'τ' ἔχοντα ὀξύνεται, Καστωλός, Πακτωλός, ἁμαρτωλός, Αἰτωλός ὁ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπ´ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. τὸ Σπάρτωλος θηλυκόν ἐστι καὶ τὸ Μαύσωλος οὐκ ἔχει τὸ 'τ'. Τὰ εἰς 'λος' ὑπερδισύλλαβα παραληγόμενα τῇ διὰ τοῦ 'υ' διφθόγγῳ προπαροξύν…
Αἰτωλία, χώρα ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπ´ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν. πρότερον δὲ Ὑαντὶς ἐκαλεῖτο. τὸ ἐθνικὸν καὶ Αἰτωλίς καὶ Αἰτώλιος. ἔστι καὶ Αἰτωλία πόλις Πελοποννήσου, ἣν συγκαταλέγει ταῖς Λακωνικαῖς πόλεσιν Ἀνδροτίων καὶ Ἀτθίδος. ὀξύνεται δέ [Αἰτωλός]· τὰ γὰρ εἰς « ωλος » ἀρσενικὰ …
char LCS 44 (37.6%) word LCS 8 (36.4%)
Show overlap highlight
Ὅμηρος «τῷ δ´ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί» (Β  749), ταῦτά τινες μετέγραψαν «τῷ δ´ ἄρ´ Ἴωλοι ἕποντο μενεπτόλεμοί τε Περαιβοί», Μάγδωλος πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει. Τύμωλος ὁ Τμῶλος κατὰ ποιητι…
Ἴωλον, ὄρος Περραιβίας. οἱ οἰκοῦντες Ἴωλοι. Ὅμηρος “τῷ δ´ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί” .... “τῷ δ´ ἄρ´ Ἴωλοι ἕποντο μενεπτόλεμοί τε Περαιβοί”.
char LCS 43 (28.7%) word LCS 9 (31.0%)
Show overlap highlight
…ς Αἰγύπτου. Ἑκαταῖος περιηγήσει. Τύμωλος ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχηματισμόν. Ἐτέωλος ὄνομα λιμένος. Ἄρρωλος ὄνομα πόλεως. Καστωλὸς δὲ—ἦν δὲ πόλις ἐν Λυδίᾳ—ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν—ὀξύνεται ἔχον δύο σύμφωνα, ὧν τὸ ἓν 'τ' ἐστίν, ὡς καὶ τὸ Πακτωλός. τὸ μέντοι Σπάρτωλος βαρύνεται. ἔστι δὲ πόλις Μακεδονίας, ὡς Θουκυδίδης ἐν δευτέρᾳ (c. 79). τ…
Καστωλοῦ πεδίον, Δωριέων, ὡς Ξενοφῶν. ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν. ἦν δὲ πόλις ἐν Λυδίᾳ Καστωλός. τὸ ἐθνικὸν Καστώλιος ὡς Σπαρτώλιος. καὶ τὸ κτητικὸν Καστωλικός.
char LCS 40 (36.4%) word LCS 5 (33.3%)
Show overlap highlight
Ὅμηρος «τῷ δ´ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί» (Β  749), ταῦτά τινες μετέγραψαν «τῷ δ´ ἄρ´ Ἴωλοι ἕποντο μενεπτόλεμοί τε Περαιβοί», Μάγδωλος πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει. Τύμωλος ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχηματισμόν. Ἐτέωλος ὄνομα λιμένος. Ἄρρωλος ὄνομα πόλεως. Καστωλὸς δὲ—ἦν δὲ πόλις ἐν Λυδίᾳ—ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριε…
Μαγδωλός, πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει. τὸ ἐθνικὸν Μαγδωλίτης διὰ τὸν Αἰγύπτιον τύπον, Κανωβίτης Διολκίτης Πεντασχοινίτης.
char LCS 37 (57.8%) word LCS 6 (60.0%)
Show overlap highlight
…ᾳ—ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν—ὀξύνεται ἔχον δύο σύμφωνα, ὧν τὸ ἓν 'τ' ἐστίν, ὡς καὶ τὸ Πακτωλός. τὸ μέντοι Σπάρτωλος βαρύνεται. ἔστι δὲ πόλις Μακεδονίας, ὡς Θουκυδίδης ἐν δευτέρᾳ (c. 79). τὰ γὰρ δύο σύμφωνα οὐκ εἰσὶν ἐν συλλήψει, ἀλλ´ ἐν διαστάσει. τὸ δὲ Αἰτωλός τριγενές. Τὰ διὰ τοῦ 'ωλος' ὑπερδισύλλαβα ἁπλᾶ ῥηματικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνε…
Σπάρτωλος, πόλις Μακεδονίας, ὡς Θουκυδίδης ἐν δευτέρᾳ. τὸ ἐθνικὸν Σπαρτώλιος.
char LCS 36 (76.6%) word LCS 5 (71.4%)
Show overlap highlight
…νεπτόλεμοί τε Περαιβοί» (Β  749), ταῦτά τινες μετέγραψαν «τῷ δ´ ἄρ´ Ἴωλοι ἕποντο μενεπτόλεμοί τε Περαιβοί», Μάγδωλος πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει. Τύμωλος ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχηματισμόν. Ἐτέωλος ὄνομα λιμένος. Ἄρρωλος ὄνομα πόλεως. Καστωλὸς δὲ—ἦν δὲ πόλις ἐν Λυδίᾳ—ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν—ὀξύνεται ἔχον δύο σύμφωνα, ὧ…
Τύμωλος, οὕτως ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχηματισμόν.