{1ΠΕΡΙ ΤΩΝ ΕΙΣ 'μος', 'νος', 'ξος', 'πος'. ΒΙΒΛΙΟΝ ζʹ.}1 Τὰ εἰς 'μος' ἔχοντα πρὸ τοῦ 'μ' τὸ 'γ' ὀξύνεται προσηγορικὰ ὄντα, νυγμός, φραγμός, ἀγμός, ψυγμός, λυγμός, ῥωγμός· εἰσὶ καὶ Ῥωγμοί Κιλικίας ἐπίνειον, δραγμός καὶ Δραγμός πόλις Κρήτης ὡς Ξενίων ἐν τοῖς Κρητικοῖς, τιναγμός, ἀλαλαγμός, ὑλαγμός, διωγμός, παιγμός ἐμπαιγμός, κηρυγμός ἐκκηρυγμός. κυνυλαγμός παρὰ Στησιχόρῳ «ἀπειρεσίοιο κυνυλαγμοῖο». καὶ παρὰ τῷ ποιητῇ «ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ» (Φ 575) Ἀρίσταρχός τινάς φησι γράφειν κυνυλαγμόν· οὕτω καὶ Ζηνόδοτος. οὐχ ὁρῶ δέ τι πλέον ἐκ τῆς συνθέσεως· ὁ γὰρ ὑλαγμός καὶ χωρὶς τοῦ προσκεῖσθαι τὸ ὄνομα ἰδίως ἐπὶ τῶν κυνῶν ἀκούεται ὡς ὁ χρεμετισμὸς ἐπὶ τῶν ἵππων. ἄλλως τε τὰ εἰς 'γμος' ῥηματικὰ μετὰ προθέσεως πέφυκε συντίθεσθαι τῆς αὐτῆς τάσεως μενούσης, μετ´ ἄλλου δὲ οὐδενός, καὶ τὸ ὑλαγμός οὖν παρὰ τὸ ὑλάσσω γεγονὸς οὐ συντεθήσεται μετ´ ἄλλου μέρους λόγου. σύνδεσμος οὖν ἐστιν ὁ κέν. σεσημείωται τὸ ὄγμος ἡ τάξις βαρυνόμενον. ἔστι δὲ κανὼν ὁ λέγων· τὰ εἰς 'ος' λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ὁ καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα βαρύνεσθαι θέλει οἷον ὄκνος, ὄμβρος, ὄρρος, ὄσσος, Ὄρθος τὸ μονογενές, ὄρφος, οὕτω καὶ ὄγμος. καὶ τὸ Ῥίγμος οὐ προσηγορικὸν εἰς ἰδιότητα βαρύνεται. Τὰ εἰς 'μος' πρὸ τοῦ 'μ' 'δ' ἔχοντα ὀξύνεται προσηγορικὰ ὄντα, εἰ δὲ κύρια εἴη, βαρύνεται. ὀξύνεται δὲ ταῦτα ἀρδμός, σκιαδμός, βαρύνεται δὲ ταῦτα Κάδμος, Κύδμος. Τὰ εἰς 'μος' ἔχοντα πρὸ τοῦ 'μ' 'θ' ἢ 'χ' ὀξύνεται, βαθμός, ἰσθμός. καλεῖται δὲ καὶ Ἰσθμός ἡ Ἁλικαρνασσός, τῆς Καρίας πόλις. ἔστι καὶ Κορίνθου Ἰσθμός. ἔστι δὲ καὶ ἰσθμός στενὸς τόπος, δι´ οὗ ἴενται τὰ ἐσθιόμενα καὶ πινόμενα ἢ παρὰ τὸ ἰέναι τὴν πνοήν. σταθμός, αὐχμός, μηνιθμός, πορθμός, σκαρθμός, ἰωχμός, πλοχμός, εἴτε
Pending translation