συγκέκοπται εἴτε καὶ ἐντελές ἐστι, δοχμός. τὸ δὲ κρίθμος βαρύνεται εἰς ἰδιότητα. Τὰ εἰς 'μος' ἔχοντα πρὸ τοῦ 'μ' 'κ' σπάνια μέν εἰσι καὶ βαρύνεται οἷον Λάκμος, Δέκμος. τὸ μέντοι Τρωκμός ἔθνος Γαλατικόν— ἐκαλοῦντο δὲ καὶ Τροκμηνοί—ὀξύνεται. Τὰ εἰς 'μος' λήγοντα ἔχοντα πρὸ τοῦ 'μ' τὸ 'τ' βαρύνονται, οἷον πότμος, Πάτμος, Λάτμος. σεσημείωται τὸ ἀτμός ὀξυνόμενον. Τὰ εἰς 'μος' λήγοντα ἁπλᾶ ἔχοντα πρὸ τοῦ 'μ' τὸ 'σ' προσηγορικὰ ὄντα ὀξύνεται, μὴ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ 'ο' μόνον εἰς 'σ' καταλῆγον, ῥυσμός, δεσμός, δασμός, θεσμός, χρησμός, σπασμός. πρόσκειται «προσηγορικά» ἵνα φύγωμεν τὰ βαρύτονα κύρια τὸ Κροῖσμος καὶ Κάσμος. τὸ δὲ Βρυσμός (ἔστι δὲ ὄνομα βασιλέως) ὀξύνεται. «οὐκ ἔχοντα τὸ 'ο' μόνον». τὸ γὰρ κόσμος βαρύνεται, τὸ δὲ κρουσμός ὀξύνεται. καὶ τὸ σύνδεσμος προπαροξύνεται σύνθετον ὄν. Τὰ εἰς 'μος' προσηγορικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς 'λ' καταλήγουσαν ὀξύνεται, ὀφθαλμός, τιλμός, ψαλμός, παλμός, ἰνδαλμός. τὸ δὲ Ἄλμος τὸ κύριον (ἔστι δὲ πόλις Βοιωτίας, ὡς Ἑλλάνικος· καὶ Σάλμον αὐτήν φησι ἐν δευτέρῳ Δευκαλιωνείας) καὶ τὸ Ὅλμος τὸ κύριον καὶ τὸ προσηγορικὸν βαρύνεται. * Τὰ εἰς 'μος' προσηγορικὰ καὶ ἐπιθετικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς 'ρ' καταλήγουσαν ὀξύνεται, κορμός, φορμός, θερμός. τὸ δὲ ὅρμος βαρύνεται. τὸ δὲ Θέρμος πολίχνιον Αἰτωλίας, ὡς Πολύβιος, καὶ τὸ Σκύρμος πόλις Κυζίκου πλησίον, καὶ Ἕρμοι δῆμος τῆς Ἀκαμαντίδος φυλῆς ὁ καὶ Ἕρμος οὐδετέρως κύρια.
Pending translation