'ι' φωριαμός. εἰσὶ καὶ Φωριαμοί τόπος Ἤλιδος μεταξὺ Παρθενίου τοῦ ποταμοῦ καὶ Ἀρκαδίας ἐπιτήδειος εἰς ἐνέδραν ἐν στενῷ κείμενος. Τὰ διὰ τοῦ 'αμος', εἰ ἄρχεται ἀπὸ δύο συμφώνων, κύρια ὄντα ἢ ἐπίθετα προπαροξύνεται, ἄρταμος ὁ μάγειρος, ὄρχαμος, παρὰ τὴν ἀρχὴν ἄρχαμος καὶ ὄρχαμος. Πέργαμος πόλις Ἀσίας, ἐμπέραμος, Ἴμβραμος. οὕτως Ἑρμῆν λέγουσιν οἱ Κᾶρες, Τύρταμος. τὸ μέντοι σχινδαλαμός ὁ σχισμός ὀξύνεται προσηγορικὸν ὄν. Τὰ εἰς 'μος' ὑπερδισύλλαβα παραληγόμενα τῷ 'ε' προπαροξύνεται, Τήλεμος, Ἔχεμος, πόλεμος, ἄνεμος. Ἰάλεμος, ἤρεμος, κοάλεμος, Φάλεμος, ἄργεμος, ἄνθεμος. τὸ δὲ θελεμός ἀπὸ τοῦ θελημός ὀξύνεται. Τὰ εἰς 'μος' ἁπλᾶ τῷ 'η' παραληγόμενα σπάνια ὄντα προπαροξύνεται, ἔρημος Ἀττικῶς, ἐρῆμος δὲ παρὰ τῷ ποιητῇ «ὡς ἴδε χῶρον ἐρῆμον» (Κ 520), Κέημος ὄνομα νήσου· ἔτι καὶ τὰ σύνθετα Εὔδημος, εὔφημος, εὔσημος, ἄσημος, ἐπίσημος, βλάσφημος, πάνδημος, Νικόδημος, ἐπίδημος. Τὰ εἰς 'ιμος' ὑπερδισύλλαβα προπαροξύνεται, ἀγώγιμος, ὄψιμος, πρώϊμος, ὠφέλιμος, ἄλκιμος, νόμιμος. σπόριμος, ἐπήτριμος, τοῦτο ὁ Ἀσκαλωνίτης ὀξύνει ὡς πολεμικός. οὐκ εὖ. κύδιμος, φαίδιμος, δόκιμος, ὤκιμος, Ἄριμος, Ὄχιμος πατὴρ Κυδίππης. Τὰ εἰς 'ομος' ὑπερδισύλλαβα προπαροξύνεται, κέρτομος, ἄνδρομος ὁ ἀνδρώδης, ἕβδομος, Δίομος Κολυττοῦ υἱὸς Ἡρακλέους ἐρώμενος. πλὴν τοῦ καρατόμος, ἀγρονόμος ἀπὸ ῥημάτων συντεθέντων. Τὰ εἰς 'υμος' ἔχοντα τὸ 'υ' βραχὺ πρὸ τοῦ 'μος' προπαροξύνεται,
Pending translation