ἔλυμος καὶ Ἔλυμος ἥρως, ἀφ´ οὗ Ἐλυμία πόλις Μακεδονίας. ἔτυμος καὶ ἐτήτυμος, δίδυμος, ἥδυμος, νήδυμος, σκόλυμος εἶδος βοτάνης, Σόλυμος ἔθνος οἱ νῦν Πισίδαι ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Χαλδήνης «Σολύμους καλουμένους παρελθὼν Μαυσώλου». Ἴδυμος ποταμὸς Καρίας, Σίδυμος, ἀφ´ οὗ Σίδυμα πόλις Λυκίας. Εὔρυμος. τοῦ μέντοι κωλυμός καὶ ἐρυμός τὸ 'υ' μακρόν. Τὰ εἰς 'μος' τρισύλλαβα παραληγόμενα τῇ 'οι' διφθόγγῳ μὴ παρεσχηματισμένα θηλυκῷ γένει ὀξύνεται, κυδοιμός ἡ ταραχή, ἀλοιμός, ἀμοιμός κατὰ ἐναλλαγὴν στοιχείων ἀπὸ τοῦ ἀμοιβός. τὸ δὲ ἕτοιμος Ἀττικόν, τὸ δὲ ἑτοῖμος κοινόν ἐστι τριγενές. καὶ τὸ ἀλύδοιμος ὁ οἰκτρός προπαροξύνεται. * Τὰ εἰς 'μος' λήγοντα ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ 'μ' τὸ 'σ' ὀξύνεσθαι θέλει, μερισμός, ὁπλισμός, ἀθροισμός, ἀφλοισμός. τοῦτο δὲ ἔνιοι παρὰ τὸ ἀφρισμός μεταβολῆς γενομένης τοῦ 'ρ' εἰς 'λ' καὶ πλεονάσαντος τοῦ 'ο'. οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω, φλοισμός καὶ ἀφλοισμός ἐν πλεονασμῷ τοῦ 'α'. διὸ οὐ δεόντως Τυραννίων προπαροξύνει. * Τὰ εἰς 'ωμος' ὑπερδισύλλαβα προπαροξύνεται, Εὔρωμος πόλις Καρίας ἀπὸ Εὐρώμου τοῦ Ἰδριέως Καρός, Ἴθωμος, ἀφ´ οὗ Ἰθώμη πόλις Θεσσαλίας, Τετράκωμος ἔθνος οἱ καὶ Τετραχωρῖται. ὁμοίως δὲ καὶ τὰ διὰ τοῦ 'ουμος' ὑπερδισύλλαβα Πάτουμος πόλις Ἀραβίας. Τὰ εἰς 'νος' ἔχοντα πρὸ τοῦ 'ν' ἕν τι τῶν μέσων στοιχείων ἔχοντα θηλυκὸν γένος ὀξύνεται, στεγνός, στυγνός, ἁγνός, κεδνός, ἀλαπαδνός, ἀκιδνός, ὀλοφυδνός. τὸ μέντοι λάγνος βαρύνεται· οὐκ ἔχει γὰρ ἴδιον θηλυκόν. ἔχει δὲ καὶ ἔννοιαν συνθέσεως. ὡσαύτως καὶ
Pending translation