Prosodia Catholica (Herodian)

Passage 1.173
← Index
1.173
No summary yet
ἄγνος ἡ βοτάνη καὶ τὰ κύρια, Κύδνος ποταμὸς Κιλικίας, Πύδνος, Κάλυδνος παῖς Οὐρανοῦ, ἀφ´ οὗ Κάλυδνα πόλις Θήβης, ἣ καὶ Κάλυδνος. Τὰ εἰς 'νος' ἁπλᾶ ἔχοντα πρὸ τοῦ 'ν' ἕν τι τῶν ἀντιστοίχων ὀξύνεται, ἐπιθετικὰ ὄντα καὶ μὴ ἔχοντα πρὸ τέλους 'ορ', πυκνός, κραιπνός, τερπνός, στρυφνός—ὁ λόγος τοῦτο διὰ τοῦ 'υ' ἀπαιτεῖ, ὡς γὰρ τέρπω τερπνός, στέγω στεγνός, οὕτω καὶ στύφω στυφνός. καὶ καθάπερ κέντον κέντρον, οὕτω πλεονασμῷ τοῦ 'ρ' στυφνός καὶ στρυφνός, ὅμως εὕρηται καὶ διὰ τοῦ 'ι' προφερόμενον στριφνός. σημειῶδες καὶ τὸ στρυφνός ἐκτεῖνον τὸ 'υ'. Ἀριστοφάνης ἐν Σφηξί (v. 877) παῦσον τ´ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνόν. Τὰ γὰρ ἄλλα τοιαῦτα τῷ 'υ' παραληγόμενα συνεσταλμένον αὐτὸ ἔχει γυμνός, συχνός, πυκνός, στυγνός—ἰσχνός, θαλπνός, στιλπνός, συχνός, περκνός ὁ μέλας «μόρφνον θηρητῆρ´ ὃν καὶ περκνὸν καλέουσιν» (Ω 316). ὁ μέντοι Ἀρίσταρχος ἀετοῦ εἶδος καὶ βαρύνει, ἀλλ´ ἐπείσθη ἡ παράδοσις τοῖς ὀξύνουσιν. σεσημείωται τὸ λίχνος βαρύτονον ὡς σύνθετον. παρὰ τὸ λίαν χαίνειν. τὸ δὲ μόρφνος ὁ μέλας ἔχει τὸ 'ορ'. τὰ γὰρ εἰς 'ος' λήγοντα δισύλλαβα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γένους, ἔχοντα πρὸ τέλους τὴν 'ορ' συλλαβὴν πάντα βαρύνεται, ὑπεσταλμένων τῶν εἰς 'μος' ληγόντων οἷον χόρτος, φόρτος, ὅρκος, Ὄρθος τὸ μονογενές, πόρνος, οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτω θέλει καὶ τὸ πτόρθος. οὕτως μόρφνος. παρεφύλαξα δὲ τὰ εἰς 'μος' διὰ τὸ κορμός, φορμός. ἐσχημάτισται δὲ τὸ μόρφνος ἢ παρὰ τὸ μόρφονος ἢ παρὰ τὴν ὄρφνην πλεονάσαντος τοῦ 'μ' κατὰ τὴν ἀρχήν, ἵνα σημαίνηται ὁ μέλας, ἢ παρὰ τὸ μάρπτω μάρφνος ἐστὶ καὶ μόρφνος ὁ συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ ταχύς. καὶ τὸ ὄκνος προσηγορικὸν βαρύνεται. τὰ γὰρ εἰς 'ος' λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ 'ο' καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα βαρύνεσθαι θέλει οἷον ὄμβρος, ὄρρος, ὄσσος, Ὄρθος, ὄγμος. οὕτως καὶ ὄκνος. Τὰ εἰς 'νος' μονογενῆ δισύλλαβα ἔχοντα πρὸ τοῦ 'νος' ἕν τι τῶν ἀντιστοίχων, προηγουμένου φωνήεντος πλὴν τοῦ 'α' βαρύνεται, ὄκνος, κύκνος καὶ Κύκνος ἥρως, Κύθνος ἥρως καὶ νῆσος πρὸς τῇ Δρυοπίδι
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.