τῶν Κυκλάδων, Πέφνος πόλις Λακωνική. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι· λέγεται δὲ καὶ θηλυκῶς καὶ οὐδετέρως. ὕπνος. Σίφνος περὶ τὴν Κρήτην νῆσος ἀπὸ Σίφνου τοῦ Σουνίου, ὡς Νικόλαος πέμπτῳ. Ἴπνος, ἣν Ἰπνέαν τινές, Λοκρῶν τῶν Ὀζολῶν. τὸ δὲ προσηγορικὸν ἰπνός ὀξύνεται. Θῶκνος ἥρως. τὸ δὲ καπνός ὀξύνεται ὡς ἔχον τὸ 'α'. * Τὰ εἰς 'νος' λήγοντα μετ´ ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ 'υ' βαρύνεσθαι θέλει, ὕμνος, κύκνος, λύχνος, Κύθνος, Βύσνος βασιλεὺς Βεβρύκων· οὕτως καὶ σκύμνος. τὸ δὲ ἀνδρωνυμικὸν ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης. ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει. Τὰ εἰς 'μνος' δισύλλαβα, εἰ παραλήγοι 'α' μετὰ συμφώνου, βαρύνεται, θάμνος, ῥάμνος. τὸ δὲ ἀμνός ὀξύνεται. ἀπὸ γὰρ τοῦ 'α' καὶ ἐπιθετικώτερον· ἄμενος γὰρ παρὰ τὸ μὴ ἔχειν μένος. Τὰ εἰς 'μνος' δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους μὴ φύσει μακράν, μονογενῆ μὲν ὄντα, βαρύνεται, ὕμνος, σκύμνος, Τύμνος πόλις Καρίας. τριγενῆ δὲ ὀξύνεται, γυμνός, σεμνός, στυμνός ὁ σκληρός, πρυμνός. * Τὰ εἰς 'μνος' δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους φύσει μακρὰν βαρύνεται, Κρῶμνος ὁ Λυκάονος καὶ πόλις Πελοποννήσου, Λῆμνος νῆσος πρὸς τῇ Θρᾴκῃ, Τῆμνος πόλις τῆς Αἰολίδος. Τὰ εἰς 'μνος' ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται, Ἄμυμνος ἔθνος Ἠπειρωτικόν, Λύκαμνος, Ἐπίδαμνος πόλις Ἰλλυρίας ἀπὸ Ἐπιδάμνου, Αἴσυμνος. Ἴαμνος, Λεπέτυμνος, τὸ μέντοι ἐρεμνός ἔχει θηλυκὸν τὸ ἐρεμνή, ὥσπερ καὶ τὸ ἐρυμνός ὁ κεκαλυμμένος. Τὰ εἰς δύο 'νν' βαρύνεται ἀπαρασχημάτιστα ὄντα θηλυκῷ γένει, βλέννος, θύννος, Κύννος ὁ ἀδελφὸς Κοίου, Σάννος ἔθνος. Βοῦννος πόλις Ἰλλυρίας. Γόννοι πόλις Περραιβίας ἀπὸ Γουνέως κληθεῖσα τοῦ ἀπογόνου Κύφου. οὕτως φησὶν Ὅμηρος (Β 748). Αἰολεῖς ὄντες οἱ Περραιβοὶ τὰ σύμφωνα ἐδίπλουν καὶ Περραιβοὺς ἑαυτοὺς καλοῦντες
Pending translation