ἐπιθετικὰ ἢ προσηγορικὰ ἔχοντα διαστολὴν ὀξύνεται, φανός. τὸ δὲ πλάνος βαρύνεται καὶ τὸ νᾶνος ὁ μικρός. Τὰ εἰς 'ενος' δισύλλαβα τινὰ μὲν βαρύνονται, ἔνος ὁ ἐνιαυτός, ξένος, Τένος ὁ Κύκνου, τινὰ δὲ ὀξύνονται, κενός, στενός. Τὰ εἰς 'ηνος' κύρια ἢ προσηγορικὰ βαρύνεται, Τῆνος, νῆσος Κυκλὰς ὁμοφώνως τῷ οἰκιστῇ. ἔστι καὶ πόλις Λακωνικὴ μία τῶν ἑκατὸν Τῆνος λεγομένη, Φῆνος ὄνομα ποταμοῦ, Ῥῆνος ὁ ποταμὸς καὶ ἔθνος παροικοῦν. Στρῆνος πόλις Κρητική, Λῆνος ὁ τόπος τῶν Πισατῶν. Φλέγων μηʹ Ὀλυμπιάδι. Σῆνος πόλις Αἰγύπτου. Ἑκαταῖος ἐν αὐτῆς περιηγήσει, Ἦνος, Σφῆνος ὄνομα τόπου, Σμῆνος ὄνομα ποταμοῦ, Γλῆνος ὄνομα πόλεως Κρητικῆς, Μῆνος, θρῆνος. τὰ δὲ ἐπίθετα ὀξύνεται, φηνός ὁ λαμπρός, στρηνός, πτηνός, ψηνός. ἔτι καὶ τὸ ληνός μὴ ὂν ἐπίθετον. Τὰ εἰς 'ινος' δισύλλαβα βαρύνεται, Νίνος πόλις Ἀσσυρίων, ἣν ἔκτισε Νίνος Σεμιράμιδος ἀνήρ, ἐν τῇ Ἀτουρίᾳ. πίνος ὁ ῥύπος, δῖνος ἡ συστροφή, σχῖνος, λίνος ὃ σημαίνει εἶδος ὕμνου ὡς παιάν, διθύραμβος, σπίνος εἶδος ὀρνέου «καὶ σπίνος ἠῷα σπίζων καὶ ὄρνεα πάντα» παρ´ Ἀράτῳ (Dios. 292). Σπῖνος ποταμός, γρῖνος, πρῖνος. μόνον τὸ ῥινός ὀξύνεται «ἕσσατο δ´ ἔκτοσθεν ῥινόν» (Κ 334). τὸ δὲ κλεινός, αἰνός, δεινός ὀξύνεται μὴ ἔχοντα τὸ 'ι' μόνον. τὸ δὲ αἶνος ἐπὶ τοῦ ὕμνου ἐπί τε τῆς πόλεως βαρύνεται. Τὰ εἰς 'υνος' δισύλλαβα, εἰ μὴ κύρια εἴη, ὀξύνεται, θυνός, ξυνός, γρυνός ἡ ῥίζα τῶν ξύλων ἡ ξηρὰ καὶ παχεῖα, πλυνός, φρυνός ὁ βάτραχος. τὰ δὲ κύρια βαρύνεται, Κῦνος ἐπίνειον Ὀποῦντος,
Pending translation