Prosodia Catholica (Herodian)

Passage 1.177
← Index
1.177
No summary yet
ὡς Φίλων καὶ Παυσανίας. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Ὅμηρος «οἳ Κῦνόν τ´ ἐνέμοντ´ Ὀπόεντά τε Καλλίαρόν τε» (Β 531). Γρῦνοι πολίχνιον Μυριναίων. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. Θῦνος ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός Ἰταλός. Φρῦνος ἔθνος Σκυθικόν. * Τὰ εἰς 'ονος' δισύλλαβα μονογενῆ ἀπαρασχημάτιστα βαρύνεται, χρόνος, Κρόνος, δόνος, φθόνος, κλόνος, πόνος, Πρόνος υἱὸς Κεφάλου. τὸ ὄνος ἔχον θηλυκὸν συνέπεσε τοῖς εἰρημένοις ὡς ἀπαρασχημάτιστον. τὸ γόνος, ὅπερ σημαίνει τὸ γεγενημένον, βαρύνεται, ὁ δὲ γεννητικὸς γονός ὀξύνεται, πλεονασμῷ τοῦ 'υ' γουνός ὁ γεννητικὸς τόπος, ὁ γόνιμος καὶ κάρπιμος. Τὰ εἰς 'ωνος' βαρύνεται, Πρῶνος πόλις Κρητική, κῶνος, ὦνος ἡ τιμή, στῶνος(?), χῶνος ἡ χώνη, φῶνος ὁ μεγαλόφωνος. Τὰ εἰς 'αινος' καὶ 'οινος' μονογενῆ βαρύνεται, αἶνος· ἔστι δὲ καὶ Αἶνος πόλις Θρᾴκης. Στράβων ζʹ (p. 88) «ἐν δὲ τῇ ἐκβολῇ τοῦ Ἕβρου διστόμου ὄντος πόλις Αἶνος, κτίσμα Μιτυληναίων καὶ Κυμαίων». βʹ ἔστι καὶ πόλις Θεσσαλίας, κληθῆναι δὲ αὐτὴν ὅτι πλησίον τῆς Ὄσσης ἦν Αἴνιος ποταμὸς καὶ κώμη ἐπώνυμος. οἱ δὲ ἀπὸ τοῦ Αἴνου τοῦ Γουνέως ἀδελφοῦ. γʹ ἔστι καὶ Λοκρῶν τῶν Ὀζολῶν. δʹ κατὰ Θάψακον καὶ τὸν Εὐφράτην. εʹ ἔστι καὶ νῆσος παρακειμένη τῇ εὐδαίμονι Ἀραβίᾳ. ἔστι καὶ τόπος Αἶνος ἐν τῇ καταντικρὺ Ῥοδίων ἠπείρῳ. Αὔαινος, Κόλαινος ὄνομα κύριον, ἀφ´ οὗ καὶ Κολαινία Ἄρτεμις, Κρύσταινος, Λέαινος ὄνομα κύριον. Μύραινος, Τάλαινος ἀπὸ τοῦ τάλας. Μακαρίαινος, Περίτταινος, Ἀρίσταινος. Μάζαινος. Δρύαινος, Μελάγχλαινος ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. κέκληνται ἀφ´ ὧν φοροῦσιν ὡς Ἱππημολγοὶ παρὰ τὸ τοὺς ἵππους ἀμέλγειν καὶ Μοσσύνοικοι παρὰ τὰς οἰκήσεις. οἶνος, σχοῖνος. τὸ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 113 (90.4%) word LCS 20 (95.2%)
Show overlap highlight
…αὶ Κολαινία Ἄρτεμις, Κρύσταινος, Λέαινος ὄνομα κύριον. Μύραινος, Τάλαινος ἀπὸ τοῦ τάλας. Μακαρίαινος, Περίτταινος, Ἀρίσταινος. Μάζαινος. Δρύαινος, Μελάγχλαινος ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. κέκληνται ἀφ´ ὧν φοροῦσιν ὡς Ἱππημολγοὶ παρὰ τὸ τοὺς ἵππους ἀμέλγειν καὶ Μοσσύνοικοι παρὰ τὰς οἰκήσεις. οἶνος, σχοῖνος. τὸ
Μελάγχλαινοι, ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. κέκληνται ἀφ´ ὧν φοροῦσιν, ὡς Ἱππημολγοί παρὰ τὸ τοὺς ἵππους ἀμέλγειν, καὶ Μοσσύνοικοι παρὰ τὰς οἰκήσεις.
char LCS 85 (63.9%) word LCS 18 (69.2%)
Show overlap highlight
ὡς Φίλων καὶ Παυσανίας. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Ὅμηρος «οἳ Κῦνόν τ´ ἐνέμοντ´ Ὀπόεντά τε Καλλίαρόν τε» (Β  531). Γρῦνοι πολίχνιον Μυριναίων. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. Θῦνος ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός Ἰταλός. Φρῦνος ἔθνος Σκυθικόν. * Τὰ …
Κῦνος, ἐπίνειον Ὀποῦντος, ὡς Φίλων καὶ Παυσανίας. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Ὅμηρος “οἳ Κῦνόν τ´ ἐνέμοντ´ Ὀπόεντά τε Καλλίαρόν τε”. οἱ οἰκοῦντες Κύνιοι καὶ Κυναῖοι.
char LCS 83 (16.8%) word LCS 17 (17.2%)
Show overlap highlight
…». βʹ ἔστι καὶ πόλις Θεσσαλίας, κληθῆναι δὲ αὐτὴν ὅτι πλησίον τῆς Ὄσσης ἦν Αἴνιος ποταμὸς καὶ κώμη ἐπώνυμος. οἱ δὲ ἀπὸ τοῦ Αἴνου τοῦ Γουνέως ἀδελφοῦ. γʹ ἔστι καὶ Λοκρῶν τῶν Ὀζολῶν. δʹ κατὰ Θάψακον καὶ τὸν Εὐφράτην. εʹ ἔστι καὶ νῆσος παρακειμένη τῇ εὐδαίμονι Ἀραβίᾳ. ἔστι καὶ τόπος Αἶνος ἐν τῇ καταντικρὺ Ῥοδίων ἠπείρῳ. Αὔαινος, Κόλαινος ὄνομα κύριον, ἀφ´ οὗ καὶ Κολαινία Ἄρτεμις, Κρύσταινος, Λέαινος ὄνομα κύριον. Μύραινος, …
…ρου διστόμου ὄντος πόλις Αἶνος, κτίσμα [Μιτυληναίων καὶ] Κυμαίων”. κληθῆναι δὲ αὐτὴν ὅτι πλησίον τῆς Ὄσσης ἦν Αἴνιος ποταμὸς καὶ κώμη ὁμώνυμος. οἱ δὲ ἀπὸ τοῦ Αἴνου τοῦ Γουνέως ἀδελφοῦ. βʹ ἔστι καὶ πόλις Θεσσαλίας. γʹ ἐστὶ Λοκρῶν τῶν Ὀζολῶν. δʹ κατὰ Θάψακον καὶ τὸν Εὐφράτην. εʹ ἔστι καὶ νῆσος παρακειμένη τῇ εὐδαίμονι Ἀραβίᾳ. τὸ ἐθνικὸν Αἴνιος, ὡς Τήνιος. οὕτω γὰρ ἀναγράφεται ἐν τοῖς πίναξι. ταύτην Ἀπολλόδωρός φησιν ὠνομάσθαι Πολτυμβρίαν. ἔστι καὶ τόπος Αἶνος ἐν τῇ καταντικρὺ Ῥοδίων ἠπείρῳ.
char LCS 31 (12.1%) word LCS 6 (12.5%)
Show overlap highlight
ὡς Φίλων καὶ Παυσανίας. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Ὅμηρος «οἳ Κῦνόν τ´ ἐνέμοντ´ Ὀπόεντά τε Καλλίαρόν τε» (Β  531). Γρῦνοι πολίχνιον Μυριναίων. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. Θῦνος ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός Ἰταλός. Φρῦνος ἔθνος Σκυθικόν. * Τὰ εἰς 'ονος' δισύλλαβα μονογενῆ ἀπαρασχημάτιστα βαρύνεται, χρόνος, Κρόνος, δόν…
Γρῦνοι, πολίχνιον Μυριναίων, οὗ “καὶ ἱερὸν Ἀπόλλωνος καὶ μαντεῖον ἀρχαῖον καὶ ναὸς πολυτελὴς λευκοῦ λίθου”, ἐν ᾧ τιμᾶται. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. τὸ ἐθνικὸν Γρυνεύς καὶ Γρυνηίς τὸ θηλυκόν. λέγεται καὶ “Γρύνειος Ἀπόλλων” ὡς Παρθένιος Δήλῳ, καὶ Γρυνήιος καὶ Γρυνικός τὸ κτητικόν, καὶ οὐδετέρως τὰ Γρύνεια.
char LCS 27 (23.3%) word LCS 5 (23.8%)
Show overlap highlight
ὡς Φίλων καὶ Παυσανίας. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Ὅμηρος «οἳ Κῦνόν τ´ ἐνέμοντ´ Ὀπόεντά τε Καλλίαρόν τε» (Β  531). Γρῦνοι πολίχνιον Μυριναίων. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. Θῦνος ἐθνικὸν ὁμοφώνως τῷ οἰκισ…
Θορικός, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. ὁ δημότης Θορίκιος καὶ Θορικεύς. τὰ τοπικὰ ἐκ Θορικοῦ Θορικόνδε Θορικοῖ.
char LCS 25 (9.8%) word LCS 5 (9.8%)
Show overlap highlight
…φησιν. Ὅμηρος «οἳ Κῦνόν τ´ ἐνέμοντ´ Ὀπόεντά τε Καλλίαρόν τε» (Β  531). Γρῦνοι πολίχνιον Μυριναίων. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. Θῦνος ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός Ἰταλός. Φρῦνος ἔθνος Σκυθικόν. * Τὰ εἰς 'ονος' δισύλλαβα μονογενῆ ἀπαρασχημάτιστα βαρύνεται, χρόνος, Κρόνος, δόνος, φθόνος, κλόνος, πόνος, Πρόνος υἱὸς Κεφάλου. τὸ ὄνο…
Αἰολία, νῆσος Αἰόλου. Ὅμηρος “Αἰολίην δ´ ἐς νῆσον ἀφικόμεθα”. οἱ νεώτεροι τὸ ἐθνικὸν ὁμοίως καὶ ὁμόφωνον τῷ οἰκιστῇ, ὡς Θετταλός Ἰταλός. ἀλλὰ καὶ Αἰολιώτης, ὡς Σικελιώτης. λέγονται καὶ οἱ τὴν Λέσβον οἰκοῦντες Αἰολεῖς ἀπὸ τῶν Αἰόλου παίδων, ὡς Δωριεῖς ἀπὸ τῶν Δώρου· ἀφ´ ὧν ἡ Αἰολικὴ ἀποικία. οἳ καὶ Αἰολίωνες ὀνομάζονται.