Prosodia Catholica (Herodian)

Passage 1.181
← Index
1.181
Ethnic names and accent rule for -ηνος
Ἀριστοφάνης Ταγηνισταῖς. τὸ Ἰάλμενος προπαροξύνεται ὡς παθόν, ὥσπερ καὶ Ὄρμενος, κλύμενος, ἴκμενος, Ἄρμενος, ἀφ´ οὗ Ἀρμενία χώρα. Τὰ εἰς 'ηνος' ὑπερδισύλλαβα μὴ σύνθετα ὀξύνεται, εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς 'ος' κατάληξιν γενόμενα ἢ παρὰ γενικῆς ἀναπεμφθέντα, ἢ παρὰ Συρακουσίοις παράγοιτο καθ´ ὁμοιωματικὴν σημασίαν. ὀξύνονται δὲ ταῦτα· Τυρσηνός, Ἀβυδηνός, Ἀσσακηνός ἔθνος Ἰνδικόν. Ἀρριανὸς τετάρτῃ τῆς Ἀλεξάνδρου ἀναβάσεως ( 25, 6) «ᾔει ὡς ἐπὶ τοὺς Ἀσσακηνούς». Ἀταφηνός ἔθνος μέγα Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρῳ. Δαχαρηνός ἔθνος Ἀραβίας. Εὐαληνός ἔθνος Ἀραβίας, περὶ οὗ φησι Γλαῦκος ἐν δευτέρῳ περὶ Ἀραβίας. Ἰβηνός ὁ καὶ Ἰβαῖος ἔθνος Κελτικῆς. Ἰβηνοὶ δ´ εἰσὶ καὶ Λιβύης, οἳ καὶ Ἰαονῖται λέγονται. Σαμηνός νομάδων Ἀραβίων ἔθνος. Σαλμηνός ἔθνος νομαδικόν, ὡς Γλαῦκός φησιν ἐν... Ἀραβικῆς ἀρχαιολογίας. Σακχηνός ἔθνος Ἀράβιον. Σκυθηνός ἔθνος οὐ πόρρω τῶν Μακρώνων, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τετάρτῳ ( 7, 18). Χαβαρηνός ἔθνος. Εὔδοξος πρώτῳ γῆς περιόδου «ὀνομάζονται γὰρ καὶ Χαβαρηνοὶ οἱ περὶ Χαλύβων οἰκοῦντες, οἳ τῶν ξενικῶν γυναικῶν, ὧν ἴσως γένωνται κύριοι, τοὺς τίτθους ὠμοὺς ἐσθίουσι, τὰ δὲ παιδία κατευωχοῦσι». Ἐδεσσηνός, Σαρακηνός, Δαμασκηνός, Περγαμηνός, Λαμψακηνός. Ἀλπηνοί κώμη πλησίον Θερμοπυλῶν. Ἡρόδοτος. ἔστι καὶ μητρόπολις Λοκρῶν. τὸ ἐθνικὸν ὁμοίως. Καμαρηνοί νῆσοι Ἀραβίων. Ἑκαταῖος ἐν περιηγήσει· καὶ οἱ κατοικοῦντες ὁμοίως. Ταβηνός Ἀργεῖος, ἀφ´ οὗ κατ´ ἐνίους Τάβαι πόλις Λυδίας, καὶ ἔθνος κατὰ τὴν ἔρημον Καρμανίας οἰκοῦντες. Γαληνός κύριον, Ἀκεσηνός ποταμός, Εὐηνός ποταμὸς Αἰτωλίας, ὃς καὶ Λυκόρμας καλεῖται, Σιληνός, ποτηνός, ὠγηνός, ἀμενηνός, γαλαθηνός, πετηνός, ἀκμηνός, Ἰσμηνός ποταμὸς Βοιωτίας. τὸ δὲ πανσέληνος σύνθετον ὥσπερ καὶ τὸ προσέληνος—ὁ Ἀρκάς. Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγεται πρῶτος καλέσαι προσελήνους τοὺς Ἀρκάδας—καὶ τὸ δύστηνος, δίμηνος, τρίμηνος, διχόμηνος. προσέθηκα δὲ «εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς 'ος' κατάληξιν γενόμενα» διὰ τὸ Ὑπήνη Ὕπηνος, Μυκήνη Μύκηνος, Κυλλήνη Κύλληνος. «ἢ παρὰ γενικῆς ἀναπεμφθέντα» διὰ τὸ Τροίζηνος «υἱὸς Τροιζήνοιο»
Aristophanes in the Ταγηνισταί. Ἰάλμενος is accented with the antepenult, as a form that has undergone change, just as also Ὄρμενος, κλύμενος, ἴκμενος, Ἄρμενος, from which comes Ἀρμενία, a country. Words in -ηνος, of more than two syllables and not compounds, are accented on the ultima, unless they are derivatives formed by a change of gender from a feminine into the ending in -ος, or are referred back from a genitive, or are formed among the Syracusans with an imitative sense. The following, however, are accented on the ultima: Τυρσηνός, Ἀβυδηνός, Ἀσσακηνός, an Indian people. Arrian in the fourth book of the Anabasis of Alexander (25, 6): “he went as against the Ἀσσακηνοί.” Ἀταφηνός, a great people of Arabia, about whom Glaucus speaks in the second book. Δαχαρηνός, a people of Arabia. Εὐαληνός, a people of Arabia, about whom Glaucus speaks in the second book On Arabia. Ἰβηνός, also called Ἰβαῖος, a people of Celtica. There are also Ἰβηνοί of Libya, who are also called Ἰαονῖται. Σαμηνός, a people of nomadic Arabs. Σαλμηνός, a nomadic people, as Glaucus says in … of the Arabian Antiquities. Σακχηνός, an Arabian people. Σκυθηνός, a people not far from the Μακρῶνες, as Xenophon in the fourth book of the Anabasis (7, 18). Χαβαρηνός, a people. Eudoxus in the first book of the Circuit of the Earth: “for those who dwell around the Chalybes are also called Χαβαρηνοί, who eat raw the breasts of foreign women of whom perhaps they become masters, but feast upon the children.” Ἐδεσσηνός, Σαρακηνός, Δαμασκηνός, Περγαμηνός, Λαμψακηνός. Ἀλπηνοί, a village near Thermopylae—Herodotus; there is also a metropolis of the Locrians; the ethnic is the same. Καμαρηνοί, islands of the Arabs. Hecataeus in the Periegesis: and those who inhabit them likewise. Ταβηνός, an Argive, from whom, according to some, comes Τάβαι, a city of Lydia, and also a people dwelling in the desert of Carmania. Γαληνός, a proper name; Ἀκεσηνός, a river; Εὐηνός, a river of Aetolia, which is also called Λυκόρμας; Σιληνός; ποτηνός; ὠγηνός; ἀμενηνός; γαλαθηνός; πετηνός; ἀκμηνός; Ἰσμηνός, a river of Boeotia. But πανσέληνος is a compound, just like προσέληνος—the Arcadian. And Hippys of Rhegium is said to have been the first to call the Arcadians προσέληνοι—and likewise δύστηνος, δίμηνος, τρίμηνος, διχόμηνος. And I added “unless they are derivatives formed by a change of gender from a feminine into the ending in -ος” because of Ὑπήνη → Ὕπηνος, Μυκήνη → Μύκηνος, Κυλλήνη → Κύλληνος; and “or are referred back from a genitive” because of Τροίζηνος: “son of Τροιζήνοιο.”

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 74 (91.4%) word LCS 12 (92.3%)
Show overlap highlight
…ῶν ξενικῶν γυναικῶν, ὧν ἴσως γένωνται κύριοι, τοὺς τίτθους ὠμοὺς ἐσθίουσι, τὰ δὲ παιδία κατευωχοῦσι». Ἐδεσσηνός, Σαρακηνός, Δαμασκηνός, Περγαμηνός, Λαμψακηνός. Ἀλπηνοί κώμη πλησίον Θερμοπυλῶν. Ἡρόδοτος. ἔστι καὶ μητρόπολις Λοκρῶν. τὸ ἐθνικὸν ὁμοίως. Καμαρηνοί νῆσοι Ἀραβίων. Ἑκαταῖος ἐν περιηγήσει· καὶ οἱ κατοικοῦντες ὁμοίως. Ταβηνός Ἀργεῖος, ἀφ´ οὗ κατ´ ἐνίους Τάβαι πόλις Λυδίας, καὶ ἔθνος κατὰ τὴν ἔρημον…
Ἀλπηνοί, κώμη πλησίον Θερμοπυλῶν. Ἡρόδοτος. ἔστι καὶ μητρόπολις Λοκρῶν. τὸ ἐθνικὸν ὁμοίως Ἀλπηνοί.
char LCS 71 (88.8%) word LCS 12 (92.3%)
Show overlap highlight
…ος' κατάληξιν γενόμενα ἢ παρὰ γενικῆς ἀναπεμφθέντα, ἢ παρὰ Συρακουσίοις παράγοιτο καθ´ ὁμοιωματικὴν σημασίαν. ὀξύνονται δὲ ταῦτα· Τυρσηνός, Ἀβυδηνός, Ἀσσακηνός ἔθνος Ἰνδικόν. Ἀρριανὸς τετάρτῃ τῆς Ἀλεξάνδρου ἀναβάσεως ( 25, 6) «ᾔει ὡς ἐπὶ τοὺς Ἀσσακηνούς». Ἀταφηνός ἔθνος μέγα Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρῳ. Δαχαρηνός ἔθνος Ἀραβίας. Εὐαληνός ἔθνος Ἀραβίας, περὶ οὗ φησι Γλαῦκος ἐν δευτέρῳ περὶ Ἀραβίας. Ἰβηνό…
Ἀσσακηνοί, ἔθνος Ἰνδικόν. Ἀρριανὸς τετάρτῃ τῆς Ἀλεξάνδρου ἀναβάσεως “ᾔει ὡς ἐπὶ τοὺς Ἀσσακηνούς”.
char LCS 62 (6.7%) word LCS 12 (6.9%)
Show overlap highlight
…καλεῖται, Σιληνός, ποτηνός, ὠγηνός, ἀμενηνός, γαλαθηνός, πετηνός, ἀκμηνός, Ἰσμηνός ποταμὸς Βοιωτίας. τὸ δὲ πανσέληνος σύνθετον ὥσπερ καὶ τὸ προσέληνος—ὁ Ἀρκάς. Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγεται πρῶτος καλέσαι προσελήνους τοὺς Ἀρκάδας—καὶ τὸ δύστηνος, δίμηνος, τρίμηνος, διχόμηνος. προσέθηκα δὲ «εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς 'ος' κατάληξιν γενόμενα» διὰ τὸ Ὑπήνη Ὕπηνος, Μ…
…αν συνεστήσαντο μετὰ τὸν πρῶτον σπόρον, ὅτι αὐτοῖς ἐκ τῆς γῆς ἔμολεν ὁ καρπὸς εἰς τροφὴν καὶ σπόρον. καὶ οὕτω τὰ Ἀρκάδια τιμῆς χάριν. ἐκλήθη δὲ καὶ Παρρασία καὶ Λυκαονία. οἱ δὲ καὶ Γιγαντίδα φασὶ καὶ Ἀζανίαν καὶ Πανίαν. Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγεται πρῶτος καλέσαι προσελήνους τοὺς Ἀρκάδας. καὶ τὸ ἄστρον λέγεται ἐν τῷ οὐρανῷ τότε ἄρκτος κληθῆναι, ἣ ἅμαξα ἐλέγετο. Ἴστρος δέ φησιν ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο, διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν (ἄρκτῳ γὰρ ὑφ´ Ἥρας αὐτὴν ὁμοιασθῆναι) ταύτης τυχεῖν τῆς προση…
char LCS 50 (86.2%) word LCS 10 (90.9%)
Show overlap highlight
… καὶ Ἰαονῖται λέγονται. Σαμηνός νομάδων Ἀραβίων ἔθνος. Σαλμηνός ἔθνος νομαδικόν, ὡς Γλαῦκός φησιν ἐν... Ἀραβικῆς ἀρχαιολογίας. Σακχηνός ἔθνος Ἀράβιον. Σκυθηνός ἔθνος οὐ πόρρω τῶν Μακρώνων, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τετάρτῳ ( 7, 18). Χαβαρηνός ἔθνος. Εὔδοξος πρώτῳ γῆς περιόδου «ὀνομάζονται γὰρ καὶ Χαβαρηνοὶ οἱ περὶ Χαλύβων οἰκοῦντες, οἳ τῶν ξενικῶν γυναικῶν, ὧν ἴσως γένωνται κύριο…
Σκυθηνοί, ἔθνος οὐ πόρρω τῶν Μακρώνων, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τετάρτῳ.
char LCS 50 (86.2%) word LCS 8 (88.9%)
Show overlap highlight
…αῦκος ἐν δευτέρῳ περὶ Ἀραβίας. Ἰβηνός ὁ καὶ Ἰβαῖος ἔθνος Κελτικῆς. Ἰβηνοὶ δ´ εἰσὶ καὶ Λιβύης, οἳ καὶ Ἰαονῖται λέγονται. Σαμηνός νομάδων Ἀραβίων ἔθνος. Σαλμηνός ἔθνος νομαδικόν, ὡς Γλαῦκός φησιν ἐν... Ἀραβικῆς ἀρχαιολογίας. Σακχηνός ἔθνος Ἀράβιον. Σκυθηνός ἔθνος οὐ πόρρω τῶν Μακρώνων, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τετάρτῳ ( 7, 18). Χαβαρηνός ἔθνος. Εὔδοξος πρώτῳ γῆς περιόδου «ὀνομάζοντ…
Σαλμηνοί, ἔθνος νομαδικόν, ὡς Γλαῦκός φησιν ἐν .. Ἀραβικῆς ἀρχαιολογίας.
char LCS 49 (86.0%) word LCS 10 (90.9%)
Show overlap highlight
…άρτῃ τῆς Ἀλεξάνδρου ἀναβάσεως ( 25, 6) «ᾔει ὡς ἐπὶ τοὺς Ἀσσακηνούς». Ἀταφηνός ἔθνος μέγα Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρῳ. Δαχαρηνός ἔθνος Ἀραβίας. Εὐαληνός ἔθνος Ἀραβίας, περὶ οὗ φησι Γλαῦκος ἐν δευτέρῳ περὶ Ἀραβίας. Ἰβηνός ὁ καὶ Ἰβαῖος ἔθνος Κελτικῆς. Ἰβηνοὶ δ´ εἰσὶ καὶ Λιβύης, οἳ καὶ Ἰαονῖται λέγονται. Σαμηνός νομάδων Ἀραβίων ἔθνος. Σαλμηνός ἔθνος νομαδικόν, ὡς Γλαῦκός φ…
Εὐαληνοί, ἔθνος [Ἀραβίας], περὶ οὗ φησι Γλαῦκος ἐν δευτέρῳ περὶ Ἀραβίας.
char LCS 41 (52.6%) word LCS 6 (50.0%)
Show overlap highlight
…τευωχοῦσι». Ἐδεσσηνός, Σαρακηνός, Δαμασκηνός, Περγαμηνός, Λαμψακηνός. Ἀλπηνοί κώμη πλησίον Θερμοπυλῶν. Ἡρόδοτος. ἔστι καὶ μητρόπολις Λοκρῶν. τὸ ἐθνικὸν ὁμοίως. Καμαρηνοί νῆσοι Ἀραβίων. Ἑκαταῖος ἐν περιηγήσει· καὶ οἱ κατοικοῦντες ὁμοίως. Ταβηνός Ἀργεῖος, ἀφ´ οὗ κατ´ ἐνίους Τάβαι πόλις Λυδίας, καὶ ἔθνος κατὰ τὴν ἔρημον Καρμανίας οἰκοῦντες. Γαληνός κύριον, Ἀκεσηνός πο…
Καμαρηνοί, νῆσοι Ἀραβίων. Ἑκαταῖος ἐν περιηγήσει. οἱ οἰκοῦντες ὁμοίως τῷ πρωτοτύπῳ Καμαρηνοί.
char LCS 37 (80.4%) word LCS 7 (77.8%)
Show overlap highlight
…ίαν. ὀξύνονται δὲ ταῦτα· Τυρσηνός, Ἀβυδηνός, Ἀσσακηνός ἔθνος Ἰνδικόν. Ἀρριανὸς τετάρτῃ τῆς Ἀλεξάνδρου ἀναβάσεως ( 25, 6) «ᾔει ὡς ἐπὶ τοὺς Ἀσσακηνούς». Ἀταφηνός ἔθνος μέγα Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρῳ. Δαχαρηνός ἔθνος Ἀραβίας. Εὐαληνός ἔθνος Ἀραβίας, περὶ οὗ φησι Γλαῦκος ἐν δευτέρῳ περὶ Ἀραβίας. Ἰβηνός ὁ καὶ Ἰβαῖος ἔθνος Κελτικῆς. Ἰβηνοὶ δ´ εἰσὶ καὶ Λιβύης,…
Ἀταφηνοί, ἔθνος μέγα Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρᾳ.
char LCS 37 (86.0%) word LCS 6 (85.7%)
Show overlap highlight
…κρῶν. τὸ ἐθνικὸν ὁμοίως. Καμαρηνοί νῆσοι Ἀραβίων. Ἑκαταῖος ἐν περιηγήσει· καὶ οἱ κατοικοῦντες ὁμοίως. Ταβηνός Ἀργεῖος, ἀφ´ οὗ κατ´ ἐνίους Τάβαι πόλις Λυδίας, καὶ ἔθνος κατὰ τὴν ἔρημον Καρμανίας οἰκοῦντες. Γαληνός κύριον, Ἀκεσηνός ποταμός, Εὐηνός ποταμὸς Αἰτωλίας, ὃς καὶ Λυκόρμας καλεῖται, Σιληνός, ποτηνός, ὠγηνός, ἀμενηνός, γαλαθηνός, πετηνός, ἀκμηνός, Ἰσμηνός …
Ταβηνοί, ἔθνος, κατὰ τὴν ἔρημον Καρμανίας οἰκοῦντες.
char LCS 28 (39.4%) word LCS 6 (40.0%)
Show overlap highlight
…ος μέγα Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρῳ. Δαχαρηνός ἔθνος Ἀραβίας. Εὐαληνός ἔθνος Ἀραβίας, περὶ οὗ φησι Γλαῦκος ἐν δευτέρῳ περὶ Ἀραβίας. Ἰβηνός ὁ καὶ Ἰβαῖος ἔθνος Κελτικῆς. Ἰβηνοὶ δ´ εἰσὶ καὶ Λιβύης, οἳ καὶ Ἰαονῖται λέγονται. Σαμηνός νομάδων Ἀραβίων ἔθνος. Σαλμηνός ἔθνος νομαδικόν, ὡς Γλαῦκός φησιν ἐν... Ἀραβικῆς ἀρχαιολογίας. Σακχηνός ἔθνος Ἀράβιον. …
Ἰβαῖοι οἱ καὶ Ἰβηνοί, ἔθνος Κελτικῆς. Ἰβηνοὶ δ´ εἰσὶ καὶ Λυδίας, οἳ καὶ Ἰαονῖται λέγονται.