Prosodia Catholica (Herodian)

Passage 1.182
← Index
1.182
No summary yet
(Β 847). ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ· οὕτω καὶ ὁ Γέρην τοῦ Γέρηνος ὁ Γέρηνος· Ἡσίοδος ἐν αʹ καταλόγων «κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺς ἕνδεκα, δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρ´ ἱπποδάμοισι Γερήνοις». καὶ αὖθις «Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμοέντι Γερήνῳ». πρόσκειται δὲ «εἰ μὴ παρὰ Συρακουσίοις παράγοιτο καθ´ ὁμοιωματικὴν σημασίαν» διὰ τὸ τοσσῆνος, τοιῆνος. Τὰ εἰς 'ινος' ὑπερδισύλλαβα τὸ 'ι' βραχὺ ἔχοντα σημαίνοντα μετουσίαν προπαροξύνεται, κρίθινος, δάφνινος, φήγινος, πύρινος, ξύλινος, λίθινος, δρύϊνος, πέτρινος, γήϊνος, δερμάτινος, βύσσινος. τούτοις ὅμοια καὶ τὸ κότινος καὶ κόφινος προσηγορικὰ καὶ τὰ κύρια, Σίκινος νῆσος περὶ τὴν Κρήτην. Στράβων δεκάτῃ (p. 484). Μύρσινος πόλις Ἤλιδος «καὶ Μύρσινος ἐσχατόωσα» (Β 616) καὶ τὰ κτητικὰ Βίβλινος «Βίβλινος οἶνος» ἀπὸ Βιβλίνης χώρας Θρᾴκης. Βολβίτινος «Βολβίτινον ἅρμα» ἀπὸ Βολβιτίνης πόλεως Αἰγύπτου. τὰ μέντοι ἐπὶ καιροῦ ἢ ἀπὸ ἐπιρρήματος ὀξύνεται οἷον θερινός, χειμερινός, ἐαρινός, ἑσπερινός, νυκτερινός, ἑωθινός, δειλινός, μετοπωρινός, πρωϊνός, ὀψινός, χθεσινός, περυσινός, αὐρινός. παρὰ μέντοι ποιητῇ κατ´ ἔκτασιν ἀναγινώσκομεν τοῦτο ἐπιζητοῦντος τοῦ μέτρου «ὡς δ´ ὅτ´ ὀπωρινὸς βορέης» (Φ 346) καὶ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 132 (40.5%) word LCS 22 (34.4%)
Show overlap highlight
(Β  847). ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ· οὕτω καὶ ὁ Γέρην τοῦ Γέρηνος ὁ Γέρηνος· Ἡσίοδος ἐν αʹ καταλόγων «κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺς ἕνδεκα, δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρ´ ἱπποδάμοισι Γερήνοις». καὶ αὖθις «Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμοέντι Γερήνῳ». πρόσκειται δὲ «εἰ μὴ παρὰ Συρακουσίοις παράγοιτο καθ´ ὁμοιωματικὴν σημασίαν» διὰ τὸ τοσσῆνος, τοιῆνος. Τ…
Γερηνία, πόλις Μεσσηνίας, ἔνθα, φασί, Νέστωρ ὁ Πύλιος ἐτράφη ἢ φυγὰς ἤχθη. Ἡσίοδος ἐν αʹ καταλόγων “κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺς ἕνδεκα, δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρ´ ἱπποδάμοισι Γερήνοις”. ἀπὸ εὐθείας τῆς Γέρηνος. καὶ αὖθις “Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμόεντι Γερήνῳ”. ἐξ ἧς εὐθείας, τῆς ἡ Γέρηνος, τὸ Γερηνεύς ὡς τοῦ Ἄλος Ἀλεύς, καὶ ἐξ αὐτοῦ Γερηνία καὶ Γερήνιος.
char LCS 39 (42.9%) word LCS 6 (42.9%)
Show overlap highlight
…ρινος, γήϊνος, δερμάτινος, βύσσινος. τούτοις ὅμοια καὶ τὸ κότινος καὶ κόφινος προσηγορικὰ καὶ τὰ κύρια, Σίκινος νῆσος περὶ τὴν Κρήτην. Στράβων δεκάτῃ (p. 484). Μύρσινος πόλις Ἤλιδος «καὶ Μύρσινος ἐσχατόωσα» (Β  616) καὶ τὰ κτητικὰ Βίβλινος «Βίβλινος οἶνος» ἀπὸ Βιβλίνης χώρας Θρᾴκης. Βολβίτινος «Βολβίτινον ἅρμα» ἀπὸ Βολβιτίνης πόλεως Αἰγύπτου. τὰ μέντοι ἐπὶ καιροῦ…
Μύρσινος, πόλις Ἤλιδος. “καὶ Μύρσινος ἐσχατόωσα”. ὕστερον δὲ Μυρτούντιον ἐκλήθη. τὸ ἐθνικὸν εὕρηται Μυρτούσιος.
char LCS 25 (26.0%) word LCS 5 (27.8%)
Show overlap highlight
…φνινος, φήγινος, πύρινος, ξύλινος, λίθινος, δρύϊνος, πέτρινος, γήϊνος, δερμάτινος, βύσσινος. τούτοις ὅμοια καὶ τὸ κότινος καὶ κόφινος προσηγορικὰ καὶ τὰ κύρια, Σίκινος νῆσος περὶ τὴν Κρήτην. Στράβων δεκάτῃ (p. 484). Μύρσινος πόλις Ἤλιδος «καὶ Μύρσινος ἐσχατόωσα» (Β  616) καὶ τὰ κτητικὰ Βίβλινος «Βίβλινος οἶνος» ἀπὸ Βιβλίνης χώρας Θρᾴκης. Βολβίτινο…
Σίκινος, νῆσος περὶ τὴν Κρήτην, ὡς Στράβων δεκάτῃ. αὕτη Οἰνόη πρότερον ἐκαλεῖτο. ὁ οἰκήτωρ Σικινίτης, ὡς νῆσος νησίτης.