Prosodia Catholica (Herodian)

Passage 1.183
← Index
1.183
No summary yet
πάλιν «ἀστέρ´ ὀπωρινῷ ἐναλίγκιον» (Ε 5). ταχινός, ἀληθινός, λεπτακινός, οὐδαμινός, φυζακινός, πυκινός, ῥαδινός, πεδινός. Τὰ εἰς 'ινος' μακρὸν ἔχοντα τὸ 'ι' ὅσα ἐν ὕδατι διαιτᾶται, προπερισπᾶται, ἐχῖνος· ἔστι καὶ μάντεως ὄνομα· ἔστι καὶ Ἐχῖνος πόλις Ἀκαρνανίας Ἐχίνου κτίσμα. ἔστι καὶ Θεσσαλίας. Ῥιανὸς «Ἐχίονος ἄστυ» ταύτην εἶπεν. τινὲς δὲ καὶ Ἐχινοῦντά φασι τὴν αὐτήν. κορακῖνος, φοξῖνος. σεσημείωται τὸ καρκίνος παροξυνόμενον ἐπί τε τοῦ ζῳδίου τοῦ ἐν οὐρανῷ ὁμοίως καὶ τοῦ θαλασσίου ἢ ἐπιγείου ἢ καὶ κυρίου καὶ τοῦ ἐργαλείου· οὐ γὰρ ὑγιῶς τινες τοῦτο προπαροξύνουσιν. ἐχρῆν δὲ προπερισπᾶσθαι τὸ καρκίνος. καὶ τὸ γυρῖνος προπερισπᾶται ὁ μικρὸς βάτραχος. τούτοις δὲ ὁμοίως καὶ τὸ ἰκτῖνος ὁ ὄρνις καὶ τὸ κύριον. Ἰκτῖνος δὲ παρὰ Ἀττικοῖς οὐκ ἄσημος δημιουργός. Τὰ εἰς 'ινος' ἔχοντα τὸ 'ι' μακρὸν προσηγορικὰ βαρύνεσθαι θέλει, κάμινος, κύμινος, κυκλάμινος. σπάνια δὲ τὰ ὀξύτονα ἐρινός ὁ ἐρινεός καὶ ὁ χαλινός. Τὰ εἰς 'ινος' τὸ 'ι' μακρὸν ἔχοντα κύρια, ἐθνικὰ ἢ ἐπιθετικὰ ἢ ὑποκοριστικῶν ἔννοιαν ἔχοντα προπερισπῶνται, Φιλῖνος, Κρατῖνος, Ἐχῖνος τὸ κύριον, Γεντῖνος πόλις Τρωάδος, Γρησῖνος πόλις Χερρονήσου, Στουῖνος πόλις Λιγύρων καὶ ὁ πολίτης ὁμοφώνως. Ὑρτακῖνος πόλις Κρήτης, ἣ καὶ Ὑρτακός, καὶ ὁ πολίτης ὁμωνύμως. Φαιστῖνος πόλις Κρήτης, ἣ καὶ Φαῖστος, Κεστρῖνος ἥρως καὶ ἔθνος, Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί». Ἐρυθῖνος πόλις Παφλαγονίας· λέγεται δὲ παρὰ τὸ ἔρευθος. Ἀπολλώνιος «αἰπεινούς τε παρὲξ ἐνέοντ´ Ἐρυθίνους» (Argonaut. 2, 941). καὶ Ὅμηρος «καὶ ὑψηλοὺς Ἐρυθίνους» (Β 855) καὶ τὸ ἐθνικὸν ὅμοιον. Λαμητῖνος πόλις Ἰταλίας ἀπὸ Λαμήτου ποταμοῦ πρὸς Κρότωνι. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι». καὶ ὁ πολίτης Λαμητῖνος. Λατῖνος, Λεοντῖνος, Ῥηγῖνος, Μαμερτῖνος, Ἀκραγαντῖνος, Ἰναχῖνος, Ταραντῖνος, Σαβῖνος, Νουκερῖνος. Πολύβιος τρίτῳ. Νεπεσῖνος ἀπὸ τοῦ Νέπετος κατὰ τροπὴν τοῦ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 107 (82.3%) word LCS 18 (81.8%)
Show overlap highlight
…λίτης ὁμωνύμως. Φαιστῖνος πόλις Κρήτης, ἣ καὶ Φαῖστος, Κεστρῖνος ἥρως καὶ ἔθνος, Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί». Ἐρυθῖνος πόλις Παφλαγονίας· λέγεται δὲ παρὰ τὸ ἔρευθος. Ἀπολλώνιος «αἰπεινούς τε παρὲξ ἐνέοντ´ Ἐρυθίνους» (Argonaut. 2, 941). καὶ Ὅμηρος «καὶ ὑψηλοὺς Ἐρυθίνους» (Β  855) καὶ τὸ ἐθνικὸν ὅμοιον. Λαμητῖνος πόλις Ἰταλίας ἀπὸ Λαμήτου ποταμοῦ πρὸς Κρότωνι. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι». καὶ ὁ πολί…
Ἐρυθῖνοι, πόλις Παφλαγονίας. λέγεται δὲ παρὰ τὸ ἔρευθος. Ἀπολλώνιος [“αἰπεινούς τε παρὲξ ἐνέοντ´ Ἐρυθίνους”. καὶ Ὅμηρος] “καὶ ὑψηλοὺς Ἐρυθίνους”. τὸ ἐθνικὸν ὅμοιον.
char LCS 85 (76.6%) word LCS 16 (80.0%)
Show overlap highlight
… τὸ ἔρευθος. Ἀπολλώνιος «αἰπεινούς τε παρὲξ ἐνέοντ´ Ἐρυθίνους» (Argonaut. 2, 941). καὶ Ὅμηρος «καὶ ὑψηλοὺς Ἐρυθίνους» (Β  855) καὶ τὸ ἐθνικὸν ὅμοιον. Λαμητῖνος πόλις Ἰταλίας ἀπὸ Λαμήτου ποταμοῦ πρὸς Κρότωνι. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι». καὶ ὁ πολίτης Λαμητῖνος. Λατῖνος, Λεοντῖνος, Ῥηγῖνος, Μαμερτῖνος, Ἀκραγαντῖνος, Ἰναχῖνος, Ταραντῖνος, Σαβῖνος, Νουκερῖνος. Πολύβιος τρίτῳ. Νεπεσῖνος ἀπὸ τοῦ …
Λαμητῖνοι, πόλις [Ἰταλίας], ἀπὸ Λαμήτου ποταμοῦ πρὸς Κρότωνι. Ἑκαταῖος Εὐρώπῃ “ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι”. ὁ πολίτης Λαμητῖνος.
char LCS 58 (72.5%) word LCS 9 (75.0%)
Show overlap highlight
…Λιγύρων καὶ ὁ πολίτης ὁμοφώνως. Ὑρτακῖνος πόλις Κρήτης, ἣ καὶ Ὑρτακός, καὶ ὁ πολίτης ὁμωνύμως. Φαιστῖνος πόλις Κρήτης, ἣ καὶ Φαῖστος, Κεστρῖνος ἥρως καὶ ἔθνος, Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί». Ἐρυθῖνος πόλις Παφλαγονίας· λέγεται δὲ παρὰ τὸ ἔρευθος. Ἀπολλώνιος «αἰπεινούς τε παρὲξ ἐνέοντ´ Ἐρυθίνους» (Argonaut. 2, 941). καὶ Ὅμηρος «καὶ ὑψηλοὺς Ἐρυθίνο…
Χαῦνοι, ἔθνος Θεσπρωτικόν. Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν “Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί”.