Prosodia Catholica (Herodian)

Passage 1.185
← Index
1.185
No summary yet
δεκάτῃ (p. 487) «Μύκονος δ´ ἐστίν, ὑφ´ ᾗ μυθεύουσι κεῖσθαι τῶν Γιγάντων τοὺς ὑγιεινοτάτους ὑφ´ Ἡρακλέους καταλυθέντας, ἀφ´ ὧν ἡ παροιμία ‘πάντα ὑπὸ μίαν Μύκονον’ ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγαγόντων τὰ διῃρημένα τῇ φύσει· καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ». Ἤδονος ποταμός. τὸ δὲ ἡμίονος, ἔγγονος, πρόγονος, ἄτονος σύνθετά εἰσιν. Τὰ εἰς 'υνος' ὑπερδισύλλαβα προπαροξύνεται· εἰ δέ τι ὀξυτονηθῇ, ἐθνικὸν εὑρέθη, κίνδυνος, Πάχυνος ἀκρωτήριον Σικελίας, πίσυνος, βόθυνος. Ῥόσχυνος. Ὄρδυνος ὄνομα ποταμοῦ, κόρυνος, εὔθυνος, γηθόσυνος «γηθόσυνος δ´ οὔρῳ» (Od. ε 269), δεσπόσυνος, θάρσυνος, Λάβυνος. τὸ μέντοι Βιθυνός καὶ Μαριανδυνός ἐθνικά. Μαριάνδυνος δὲ βαρυτόνως κατὰ τοὺς Αἰολεῖς. τὸ μόσυνος βαρυνόμενον σημειῶδες καὶ μακρὸν ἔχει τὸ 'υ' (τὰ γὰρ ἔχοντα τὸ 'σ' βραχὺ ἔχει τὸ 'υ'). ἀπὸ γενικῆς γὰρ μετήχθη. αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ 'νος' ὑπὲρ δύο συλλαβὰς ὑπάρχουσαι εἰ παραλήγοιντο τῷ 'υ', ἐκτεταμένῳ παραλήγονται, Φόρκυνος, Πόλτυνος· καὶ τὸ γέρυνος ὁ μικρὸς βάτραχος. Τὰ εἰς 'ωνος' ἁπλᾶ ὑπερδισύλλαβα ὀξύνεται, κοινωνός, οἰωνός, Γελωνός πόλις Σαρματίας τῆς ἐν Εὐρώπῃ ἀπὸ Γελωνοῦ τοῦ Ἡρακλέους, τοῦ Ἀγαθύρσου ἀδελφοῦ. ἔστι δὲ ἡ πόλις ξυλίνη, κειμένη ἐν Βουδίνοις, ὡς Ἡρόδοτος (IV 108). καὶ ὁ οἰκήτωρ ὁμοφώνως. υἱωνός, Τιθωνός, Κολωνός, μελεδωνός, Ἠδωνός ἔθνος Θρᾴκης ἀπὸ Ἠδωνοῦ τοῦ Μύγδονος ἀδελφοῦ, Ἐτεωνός πόλις Βοιωτίας. Ὅμηρος «πολύκνημόν τ´ Ἐτεωνόν» (Il. Β 497). καλεῖται δὲ νῦν Σκάρφη. Καννωνός, Ὀθρωνός πόλις, οἱ δὲ νῆσον πρὸς νότον Σικελίας. «ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλας» (Lycophr. 1027). Βωδωνός ἥρως, ἀφ´ οὗ Βωδώνη πόλις Θεσσαλίας. τὰ δὲ σύνθετα προπαροξύνεται, τετράγωνος, εὔφωνος, εὔωνος. τὸ δὲ Κόρωνος κύριον, τὸ δὲ κορωνός ἐπίθετον. βαρύνονται δὲ καὶ Γίγωνος πόλις Θρᾴκης
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 142 (40.3%) word LCS 28 (40.6%)
Show overlap highlight
δεκάτῃ (p. 487) «Μύκονος δ´ ἐστίν, ὑφ´ ᾗ μυθεύουσι κεῖσθαι τῶν Γιγάντων τοὺς ὑγιεινοτάτους ὑφ´ Ἡρακλέους καταλυθέντας, ἀφ´ ὧν ἡ παροιμία ‘πάντα ὑπὸ μίαν Μύκονον’ ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγαγόντων τὰ διῃρημένα τῇ φύσει· καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ». Ἤδονος ποταμός. τὸ δὲ ἡμίονος, ἔγγον…
Μύκονος, μία τῶν Κυκλάδων, ἀπὸ Μυκόνου τοῦ Ἀνίου τοῦ Καρυστοῦ καὶ Ῥοιοῦς τῆς Ζάρηκος. Θουκυδίδης τρίτῃ. καὶ Στράβων δεκάτῃ “Μύκονος δ´ ἐστίν, ὑφ´ ᾗ μυθεύουσι κεῖσθαι τῶν Γιγάντων τοὺς ὑγιεινοτάτους ὑφ´ Ἡρακλέους καταλυθέντας, ἀφ´ ὧν ἡ παροιμία ‚πάντα ὑπὸ μίαν Μύκονον‛ ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγόντων τὰ διῃρημένα τῇ φύσει. καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ”. ὁ νησιώτης Μυκόνιος.
char LCS 69 (83.1%) word LCS 14 (82.4%)
Show overlap highlight
…ός, Ἠδωνός ἔθνος Θρᾴκης ἀπὸ Ἠδωνοῦ τοῦ Μύγδονος ἀδελφοῦ, Ἐτεωνός πόλις Βοιωτίας. Ὅμηρος «πολύκνημόν τ´ Ἐτεωνόν» (Il. Β  497). καλεῖται δὲ νῦν Σκάρφη. Καννωνός, Ὀθρωνός πόλις, οἱ δὲ νῆσον πρὸς νότον Σικελίας. «ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλας» (Lycophr. 1027). Βωδωνός ἥρως, ἀφ´ οὗ Βωδώνη πόλις Θεσσαλίας. τὰ δὲ σύνθετα προπαροξύνεται, τετράγωνος, εὔφωνος, εὔωνος. τὸ δὲ Κόρωνος κύριον, τὸ δὲ κορωνός ἐ…
Ὀθρωνός, πόλις, οἱ δὲ νῆσον πρὸς νότον Σικελίας. “ἄλλοι δὲ Μελίτην νῆσον [Ὀθρωνοῦ πέλας”]. ὁ οἰκῶν Ὀθρώνιος.
char LCS 67 (21.0%) word LCS 16 (22.5%)
Show overlap highlight
…νος «γηθόσυνος δ´ οὔρῳ» (Od. ε  269), δεσπόσυνος, θάρσυνος, Λάβυνος. τὸ μέντοι Βιθυνός καὶ Μαριανδυνός ἐθνικά. Μαριάνδυνος δὲ βαρυτόνως κατὰ τοὺς Αἰολεῖς. τὸ μόσυνος βαρυνόμενον σημειῶδες καὶ μακρὸν ἔχει τὸ 'υ' (τὰ γὰρ ἔχοντα τὸ 'σ' βραχὺ ἔχει τὸ 'υ'). ἀπὸ γενικῆς γὰρ μετήχθη. αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ 'νος' ὑπὲρ δύο συλλαβὰς ὑπάρχουσαι εἰ παραλήγοιντο τῷ 'υ', ἐκτεταμένῳ παραλήγονται, Φόρκυνος, Πόλτυνος· κα…
…νίδος, ἣ ἐκ μὲν Διὸς ἔσχε Βιθυνόν, ἐκ δὲ Κρόνου Δόλογκον. καὶ τὸ ἐθνικὸν Βιθυνός καὶ Βιθυνή καὶ Βιθυνίς καὶ Βιθυνιάς. τὰ δὲ εἰς « νος » καθαρὸν ὑπερδισύλλαβα τῷ « υ » παραληγόμενα προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη. τὸ μόσσυνος βαρυνόμενον σημειῶδες καὶ μακρὸν ἔχει τὸ « υ » (τὰ γὰρ ἔχοντα τὸ « σ » βραχὺ ἔχει τὸ « υ »), καὶ τὸ γέρυνος ὁ μικρὸς βάτραχος.
char LCS 38 (38.4%) word LCS 7 (36.8%)
Show overlap highlight
… τοῦ Ἀγαθύρσου ἀδελφοῦ. ἔστι δὲ ἡ πόλις ξυλίνη, κειμένη ἐν Βουδίνοις, ὡς Ἡρόδοτος (IV 108). καὶ ὁ οἰκήτωρ ὁμοφώνως. υἱωνός, Τιθωνός, Κολωνός, μελεδωνός, Ἠδωνός ἔθνος Θρᾴκης ἀπὸ Ἠδωνοῦ τοῦ Μύγδονος ἀδελφοῦ, Ἐτεωνός πόλις Βοιωτίας. Ὅμηρος «πολύκνημόν τ´ Ἐτεωνόν» (Il. Β  497). καλεῖται δὲ νῦν Σκάρφη. Καννωνός, Ὀθρωνός πόλις, οἱ δὲ νῆσον πρὸς νότον Σικελίας. «ἄλλοι …
Ἠδωνοί, ἔθνος Θρᾴκης, ἀπὸ Ἠδωνοῦ τοῦ Μύγδονος ἀδελφοῦ. καὶ τὸ θηλυκὸν Ἠδωνή καὶ Ἠδωναί. λέγεται καὶ Ἠδωνεύς καὶ Ἠδωνιάτης.
char LCS 25 (47.2%) word LCS 5 (55.6%)
Show overlap highlight
…ντο τῷ 'υ', ἐκτεταμένῳ παραλήγονται, Φόρκυνος, Πόλτυνος· καὶ τὸ γέρυνος ὁ μικρὸς βάτραχος. Τὰ εἰς 'ωνος' ἁπλᾶ ὑπερδισύλλαβα ὀξύνεται, κοινωνός, οἰωνός, Γελωνός πόλις Σαρματίας τῆς ἐν Εὐρώπῃ ἀπὸ Γελωνοῦ τοῦ Ἡρακλέους, τοῦ Ἀγαθύρσου ἀδελφοῦ. ἔστι δὲ ἡ πόλις ξυλίνη, κειμένη ἐν Βουδίνοις, ὡς Ἡρόδοτος (IV 108). καὶ ὁ οἰκήτωρ ὁμοφώνως. υἱωνός, Τιθωνός, …
Ταμυράκη, πόλις Σαρματίας τῆς ἐν Εὐρώπῃ. τὸ ἐθνικὸν Ταμυρακηνός.
char LCS 16 (2.8%) word LCS 5 (4.3%)
Show overlap highlight
… ε  269), δεσπόσυνος, θάρσυνος, Λάβυνος. τὸ μέντοι Βιθυνός καὶ Μαριανδυνός ἐθνικά. Μαριάνδυνος δὲ βαρυτόνως κατὰ τοὺς Αἰολεῖς. τὸ μόσυνος βαρυνόμενον σημειῶδες καὶ μακρὸν ἔχει τὸ 'υ' (τὰ γὰρ ἔχοντα τὸ 'σ' βραχὺ ἔχει τὸ 'υ'). ἀπὸ γενικῆς γὰρ μετήχθη. αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ 'νος' ὑπὲρ δύο συλλαβὰς ὑπάρχουσαι εἰ παραλήγοιντο τῷ 'υ', ἐκτεταμ…
…ὸ γὰρ θεόδοτος καὶ ἀθάνατος καὶ ἄμβροτος σύνθετα. τὸ δὲ χαρίσιος οὐ τοπικόν. περὶ τοῦ Περκώσιος ἐροῦμεν. τὸ δὲ « υ » μακρόν, Διονύσιος ὁ περιηγητής “καὶ Τύρον ὠγυγίην Βηρυτοῦ τ´ αἶαν ἐραννήν”. ὀξύνεται δ´ ὡς τρισύλλαβον καὶ μακρὸν ἔχει τὸ « υ », ὡς τὸ κωκυτός γωρυτός Καρδυτός πόλις. τὸ Σεβέννυτος τετρασύλλαβον. ἔστι καὶ πόλις Ἀραβίας, ἡ πρότερον καλουμένη Διόσπολις. τὸ ἐθνικὸν τὸ αὐτό.