Τὰ εἰς 'πος' δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ παραλήγοντα διχρόνῳ ἢ μακρῷ φωνήεντι βαρύνεται, ἶπος παρὰ τὸ ἴπτω καὶ ἰάπτω ὡς κόπτω κόπος. ἔστι δὲ εἶδος παγίδος. ῥῖπος, γρῖπος, τρίπος, ῥύπος. τὸ δὲ παρὰ τῷ ποιητῇ «καθήραντες ῥύπα πάντα» (Od. ζ 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, μεταπέπλασται ἐκ τῆς ῥύπον αἰτιατικῆς ὡς ἡ λῖτα ἐκ τῆς λιτόν. τύπος, κτύπος, στύπος τὸ στέλεχος τοῦ δένδρου. Κρῶπος καὶ ῥῶπος ὁ παντοδαπὸς φόρτος. κῆπος. Κνῶπος κύριον, ἀφ´ οὗ Κνωπούπολις, Σκοῦποι πόλις Θρᾴκης. τὸ δὲ γρυπός —ῥυβός ἐστι παρὰ τοῖς Αἰολεῦσι τὸ ἐπικαμπὲς ἤτοι ῥαιβόν καὶ τροπῇ τοῦ 'β' εἰς 'π' ῥυπός καὶ πλεονασμῷ τοῦ 'γ' γρυπός—καὶ λοιπός ἐπίθετά εἰσιν. Τὰ εἰς 'πος' δισύλλαβα παραλήγοντα διχρόνῳ καταλήγοντι εἰς 'μ' ἢ εἰς 'π' βαρύνεται, ἵππος καὶ Ἵππος νῆσος Ἐρυθραίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ· ἔστι καὶ Σικελίας· ἔστι καὶ Παλαιστίνης. πάππος. κάμπος καὶ Κάμπος τόπος περὶ Κύμην κτίσμα Καμπανῶν. Λάμπος κύριον, λαμπός δὲ τὸ ἐπίθετον. τὸ δὲ καρπός ὀξύνεται. οὐ γὰρ ἔχει τὸ δίχρονον λῆγον εἰς 'μ' ἢ εἰς 'π'. πρὸς ἀντιδιαστολὴν δὲ ἐβαρύνθη τὸ Κάρπος κύριον ὄνομα ὡς Ἄρποι πόλις Δαυνίας ἡ καὶ Ἀργύριππα. Τὰ εἰς 'πος' δισύλλαβα μὴ ἐπιθετικὰ ἔχοντα 'ο' ἐν τῇ παραληγούσῃ ἢ μόνον ἢ μετὰ συμφώνου ἢ συμφώνων, εἰ μὴ διαφοράν τινα ποιοίη ἢ ὑποστρέφει εἰς ῥῆμα τῷ 'ε' παραληγόμενον, βαρύνεται, τρόπος ὁ τρέπων, τροπός ὁ τετραμμένος, κόμπος τὸ προσηγορικόν, κομπός τὸ ἐπίθετον, τόπος, κόπος, πόπος· Σκύθαι γὰρ τὰ παρ´ αὐτοῖς ἀγαλμάτια πόπους καλοῦσι. κόλπος, δόρπος. τὸ μέντοι σκοπός καὶ ὀπός καὶ λοπός ὀξύνεται ὥσπερ τὰ ἐπίθετα λοιπός, γρυπός, πομπός, χαλεπός.
Pending translation