Prosodia Catholica (Herodian)

Passage 1.189
← Index
1.189
Place names and accentuation of -ρος nouns (examples: Pharos, Paros, Canopus); orthography notes
Κασσωπός. οὕτως Ἡρόδωρός φησιν τοὺς Κασσωπίους, ἴσως κακῶς. Εὐρωπός ὁ Μακεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος· καὶ ἀπ´ αὐτοῦ πόλις Μακεδονίας. ἔστι καὶ Συρίας ἄλλη κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυίστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως «Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι πόλιν Εὐρωπόν, ἣν πρότερον Τελμισσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτην δέ φασιν ὑπὸ Σελεύκου τοῦ Νικάτορος ἐπικτισθεῖσαν Ὠρωπὸν ὠνομάσθαι ἀπὸ τῆς ἐν τῇ Ἑλλάδι Ὠρωποῦ». σημείωσαι τὸ Αἴσωπος. τὸ δὲ Κρότωπος καὶ Μελάνωπος κύρια οὐκ ἀπὸ μακρᾶς ἄρχονται. Κάνωπος δέ, ὅπερ ἔδει γράφεσθαι διὰ τοῦ 'π', ὅμως γράφεται διὰ τοῦ 'β'. τὸ δὲ ἄνθρωπος προσηγορικὸν προπαροξύνεται. τὸ μέντοι στενωπός ὀξύνεται προσηγορικὸν ὂν ἐπὶ θηλυκοῦ μόνου. ἔτι καὶ τὸ ἀλωπός ὀξύνεται. {1ΠΕΡΙ ΤΩΝ ΕΙΣ 'ρος', 'σος', 'τος', 'φος' ΚΑΙ ΤΩΝ ΚΑΘΕΞΗΣ. ΒΙΒΛΙΟΝ ηʹ.}1 Τὰ εἰς 'ρος' δισύλλαβα παραληγόμενα τῷ 'α' κύρια ὄντα ἢ προσηγορικὰ βαρύνονται, λάρος «λάρῳ ὄρνιθι ἐοικώς» (Od. ε 51), κάρος, Φάρος. ἔστι δὲ ἀρσενικόν. οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύς. ἀλλὰ καὶ θηλυκὸν ἐπὶ τῆς νήσου τῆς πρὸς τῇ Ἀλεξανδρείᾳ ἀπ´ αὐτοῦ ὄνομα λαβούσης, ὥς φησιν Ἑκαταῖος. δηχθεὶς γὰρ ὑπὸ ὄφεως ἐν τῇ νήσῳ ἐτάφη. καὶ ὁμωνύμως λέγεται ὁ Σωστράτου τοῦ Δεξιφάνους πύργος ἐπ´ αὐτῆς. Φάρος δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτο. ἔστι καὶ νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος εἰκοστῷ ὀγδόῳ. ἔστι καὶ πόλις Ἰλλυρίας, ὡς Πολύβιος γʹ. ἔστι καὶ Περραιβίας πόλις. σάρος καὶ Σάρος ποταμὸς Κιλικίας ὃς πρότερον Κοίρανος καλούμενος ἀπὸ τοῦ ἡγεμόνος Σάρου ἐκλήθη. Πάρος νῆσος, ἣν καὶ πόλιν Ἀρχίλοχος καλεῖ ἐν τοῖς ἐπῳδοῖς. τὸ ὄνομα μὲν
Cassopos. Thus Herodorus says the Cassopians, perhaps incorrectly. Europus, the Macedonian, son of Oreithyia daughter of Cecrops; and from him a city of Macedonia [was named]. There is also another [Europus] of Syria, founded by Nicator, about which the polymath says in his work On Syria as follows: “Xenophon, in the Measurements of the Mountains, says that near Amphipolis there lies a city Europus, which earlier was called Telmissus by its founders. And they say that this city, having been refounded by Seleucus Nicator, was named Oropus after the Oropus in Hellas.” Note Αἴσωπος. But the proper names Κρότωπος and Μελάνωπος do not begin with a long [vowel]. Κάνωπος, however, which ought to be written with ‘π’, is nevertheless written with ‘β’. But the appellative ἄνθρωπος is accented with the antepenult. στενωπός, however, though an appellative, is accented with an acute, and only in the feminine. Further, ἀλωπός too is accented with an acute. {1ON WORDS ENDING IN ‘ρος’, ‘σος’, ‘τος’, ‘φος’, AND THE FOLLOWING. BOOK 8.}1 Disyllables in -ρος with penult in ‘α’, being proper names or appellatives, are barytone: λάρος, “like a λάρος bird” (Od. ε 51), κάρος, Φάρος. It is masculine; for thus was called the lookout of Menelaus. But it is also feminine, of the island near Alexandria which took its name from him, as Hecataeus says; for, having been bitten by a snake on the island, he was buried [there]. And the tower of Sostratus son of Dexiphanes upon it is called by the same name. Φάρος, moreover, was also the name of Alexandria. There is also an island in the Adrias having a river of the same name; and it is a foundation of the Parians, as Ephorus [says] in the twenty-eighth [book]. There is also a city of Illyria, as Polybius book 3 [says]. There is also a city of Perrhaebia. σάρος, and Σάρος, a river of Cilicia, which formerly was called Κοίρανος, was named from its leader Σάρος. Πάρος, an island, which Archilochus also calls a city in the Epodes. The name indeed…

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 118 (9.7%) word LCS 23 (9.7%)
Show overlap highlight
…ασσωπός. οὕτως Ἡρόδωρός φησιν τοὺς Κασσωπίους, ἴσως κακῶς. Εὐρωπός ὁ Μακεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος· καὶ ἀπ´ αὐτοῦ πόλις Μακεδονίας. ἔστι καὶ Συρίας ἄλλη κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυίστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως «Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι πόλιν Εὐρωπόν, ἣν πρότερον Τελμισσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτην δέ φασιν ὑπὸ Σελεύκου τοῦ Νικάτορος ἐπικτισθεῖσαν Ὠρωπὸν ὠνομάσθαι ἀπὸ τῆς ἐν τῇ Ἑλλάδι Ὠρωπ…
…ἀπὸ Ὠρωποῦ τοῦ Μακεδόνος τοῦ Λυκάονος. [ἔστι καὶ ἄλλη Εὐβοίας.] Ἀριστοτέλης γοῦν τὸν Ὠρωπὸν Γραῖάν φησι λέγεσθαι “ἡ δὲ Γραῖα τόπος τῆς Ὠρωπίας πρὸς τῇ θαλάσσῃ κατ´ Ἐρέτριαν τῆς Εὐβοίας κειμένη”. ἔστι καὶ τρίτη ἐν Συρίᾳ, κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυΐστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως “Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι πόλιν Ὠρωπόν, ἣν πρότερον Τελμησσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτην δέ φασιν ὑπὸ Σελεύκου τοῦ Νικάτορος ἐπικτισθεῖσαν Ὠρωπὸν ὠνομάσθαι ἀπὸ τῆς ἐν τῇ Ἑλλάδι Ὠρωποῦ”. ἔστιν οὖν καὶ τετάρτη πόλις ἐν Ἄργει ὕστερον κτισθεῖσα. …
char LCS 104 (29.5%) word LCS 22 (29.7%)
Show overlap highlight
…αταῖος. δηχθεὶς γὰρ ὑπὸ ὄφεως ἐν τῇ νήσῳ ἐτάφη. καὶ ὁμωνύμως λέγεται ὁ Σωστράτου τοῦ Δεξιφάνους πύργος ἐπ´ αὐτῆς. Φάρος δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτο. ἔστι καὶ νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος εἰκοστῷ ὀγδόῳ. ἔστι καὶ πόλις Ἰλλυρίας, ὡς Πολύβιος γʹ. ἔστι καὶ Περραιβίας πόλις. σάρος καὶ Σάρος ποταμὸς Κιλικίας ὃς πρότερον Κοίρανος καλούμενος ἀπὸ τοῦ ἡγεμόνος Σάρου ἐκλήθη. Πάρος νῆσος, ἣν καὶ πόλιν Ἀρχίλοχο…
Φάρος, νῆσος ἐν τῷ Ἀδρίᾳ, ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος εἰκοστῷ ὀγδόῳ. ἔστι καὶ πόλις Ἰλλυρίας, ὡς Πολύβιος γʹ. τὸ ἐθνικὸν Φάριοι. ἔστι καὶ νῆσος ἡ πρὸς τῇ Ἀλεξανδρείᾳ, ἐφ´ ἧς ὁ Σωστράτου τοῦ Δεξιφάνους πύργος ὁμωνύμως λεγόμενος. Φάρος γὰρ ὁ πρωρεὺς Μενελάου ἐν τῇ νήσῳ δηχθεὶς ὑπὸ ὄφεως ἐτάφη. Φάρος δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτ…
char LCS 32 (18.2%) word LCS 5 (15.2%)
Show overlap highlight
Κασσωπός. οὕτως Ἡρόδωρός φησιν τοὺς Κασσωπίους, ἴσως κακῶς. Εὐρωπός ὁ Μακεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος· καὶ ἀπ´ αὐτοῦ πόλις Μακεδονίας. ἔστι καὶ Συρίας ἄλλη κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυίστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως «Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι …
Εὐρωπός, πόλις Μακεδονίας, ἀπὸ Εὐρωποῦ τοῦ Μακεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος. ἔστι καὶ Συρίας ἄλλη. τὸ ἐθνικὸν Εὐρωπαῖος. ἔστι καὶ ἄλλη Καρίας, ἣν Ἰδριάδα ἀπὸ Ἰδριέως τοῦ Χρυσάορος. τὸ ἐθνικὸν Εὐρώπιος ὡς Ὠρώπιος.
char LCS 29 (2.6%) word LCS 6 (2.9%)
Show overlap highlight
… καὶ πόλις Ἰλλυρίας, ὡς Πολύβιος γʹ. ἔστι καὶ Περραιβίας πόλις. σάρος καὶ Σάρος ποταμὸς Κιλικίας ὃς πρότερον Κοίρανος καλούμενος ἀπὸ τοῦ ἡγεμόνος Σάρου ἐκλήθη. Πάρος νῆσος, ἣν καὶ πόλιν Ἀρχίλοχος καλεῖ ἐν τοῖς ἐπῳδοῖς. τὸ ὄνομα μὲν
Πάρος, νῆσος, ἣν καὶ πόλιν Ἀρχίλοχος [αὐτὴν] καλεῖ ἐν τοῖς ἐπῳδοῖς. ᾠκεῖτο δὲ τὸ μὲν πρῶτον ὑπὸ Κρητῶν καί τινων Ἀρκάδων ὀλίγων. τοὔνομα μὲν λέγεται ἀπὸ Πάρου τοῦ Παρρασίου ἀνδρὸς Ἀρκάδος ἔχειν, ὡς Καλλίμαχος. Νικάνωρ δὲ ἐν ταῖς μετονομασίαις κεκλῆσθαί φησ…
char LCS 21 (6.3%) word LCS 5 (7.8%)
Show overlap highlight
…αταῖος. δηχθεὶς γὰρ ὑπὸ ὄφεως ἐν τῇ νήσῳ ἐτάφη. καὶ ὁμωνύμως λέγεται ὁ Σωστράτου τοῦ Δεξιφάνους πύργος ἐπ´ αὐτῆς. Φάρος δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτο. ἔστι καὶ νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος εἰκοστῷ ὀγδόῳ. ἔστι καὶ πόλις Ἰλλυρίας, ὡς Πολύβιος γʹ. ἔστι καὶ Περραιβίας πόλις. σάρος καὶ Σάρος ποταμὸς Κι…
Βρεττία, νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ἔχουσα Βρέττιον· ταύτην Ἐλαφοῦσσαν Ἕλληνες, οἱ δὲ Βρεττανίδα καλοῦσι. τὸ ἐθνικὸν ἔδει Βρεττιανός, ὡς Πολύβιος τὸ θηλυκόν “ἐπὶ Βρεττιανὴν τόπων”. νῦν δὲ Βρέττιοι λέγονται. εἰσὶ καὶ Βρεττανίδες νῆσοι ἐν τῷ ὠκεανῷ, ὧν τὸ ἐ…
char LCS 20 (6.0%) word LCS 5 (8.1%)
Show overlap highlight
…ἐπικτισθεῖσαν Ὠρωπὸν ὠνομάσθαι ἀπὸ τῆς ἐν τῇ Ἑλλάδι Ὠρωποῦ». σημείωσαι τὸ Αἴσωπος. τὸ δὲ Κρότωπος καὶ Μελάνωπος κύρια οὐκ ἀπὸ μακρᾶς ἄρχονται. Κάνωπος δέ, ὅπερ ἔδει γράφεσθαι διὰ τοῦ 'π', ὅμως γράφεται διὰ τοῦ 'β'. τὸ δὲ ἄνθρωπος προσηγορικὸν προπαροξύνεται. τὸ μέντοι στενωπός ὀξύνεται προσηγορικὸν ὂν ἐπὶ θηλυκοῦ μόνου. ἔτι καὶ τὸ ἀλωπός ὀξύνε…
Κάνωπος, οὕτως ἔδει γράφεσθαι [διὰ τοῦ « π ». γράφεται δὲ ὅμως] διὰ τοῦ « β ». Στράβων ἑπτακαιδεκάτῃ “Κάνωβος δ´ ἔστι πόλις ἐν εἴκοσι καὶ ἑκατὸν σταδίοις ἀπὸ Ἀλεξανδρείας πεζῇ ἰοῦσιν, ἀπὸ Κανώβου κυβερνήτου Μενελάου, ἀποθανόντος αὐτόθι”. καὶ ἱερὸν Ποσειδῶνος Καν…
char LCS 19 (26.4%) word LCS 5 (38.5%)
Show overlap highlight
…ς φησιν τοὺς Κασσωπίους, ἴσως κακῶς. Εὐρωπός ὁ Μακεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος· καὶ ἀπ´ αὐτοῦ πόλις Μακεδονίας. ἔστι καὶ Συρίας ἄλλη κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυίστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως «Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι πόλιν Εὐρωπόν, ἣν πρότερον Τελμισσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτ…
Σκυτόπολις, πόλις Λιβύης, περὶ ἧς ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ. τὸ ἐθνικὸν Σκυτοπολίτης.
char LCS 19 (11.2%) word LCS 5 (16.7%)
Show overlap highlight
…οὺς Κασσωπίους, ἴσως κακῶς. Εὐρωπός ὁ Μακεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος· καὶ ἀπ´ αὐτοῦ πόλις Μακεδονίας. ἔστι καὶ Συρίας ἄλλη κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυίστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως «Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι πόλιν Εὐρωπόν, ἣν πρότερον Τελμισσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτην δέ φα…
Φελλός, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναι λέγει. ὁ πολίτης Φελλίτης καὶ Ἀντιφελλίτης, ὡς Ἀλέξανδρος ἐν τῇ εἰρημένῃ καὶ Πολύχαρμος.
char LCS 19 (4.2%) word LCS 5 (6.1%)
Show overlap highlight
…οὺς Κασσωπίους, ἴσως κακῶς. Εὐρωπός ὁ Μακεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος· καὶ ἀπ´ αὐτοῦ πόλις Μακεδονίας. ἔστι καὶ Συρίας ἄλλη κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυίστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως «Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι πόλιν Εὐρωπόν, ἣν πρότερον Τελμισσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτην δέ φα…
Ἀφροδισιάς, πόλις Κιλικίας, περὶ ἧς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τῷ περὶ Κιλικίας φησὶν ὅτι Ζώπυρός φησιν αὐτὴν ἀπὸ τῆς Ἀφροδίτης κεκλῆσθαι, γράφων καὶ ἱστορίας. δευτέρα Ἰβηρίας πρὸς τοῖς Κελτοῖς. τρίτη νῆσος ἡ πρότερον Ἐρύθεια, μεταξὺ Ἰβηρίας καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πέμπτη μεταξὺ Λυ…
char LCS 18 (6.0%) word LCS 5 (8.8%)
Show overlap highlight
…ς Κασσωπίους, ἴσως κακῶς. Εὐρωπός ὁ Μακεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος· καὶ ἀπ´ αὐτοῦ πόλις Μακεδονίας. ἔστι καὶ Συρίας ἄλλη κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυίστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως «Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι πόλιν Εὐρωπόν, ἣν πρότερον Τελμισσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτην δέ φα…
Γάλλος, ποταμὸς Φρυγίας. οἱ περίοικοι κατὰ μὲν Τιμόθεον Ποταμογαλλῖται, κατὰ δὲ Προμαθίδαν Ποταμογαλληνοί, οὓς παρατίθεται ὁ πολυίστωρ ἐν τῷ περὶ Φρυγίας τρίτῳ· καὶ ὅτι τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα, καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τηρίαν ποταμὸν καὶ οἰκῆσαι καὶ τὸν ποταμὸν Γάλλον καλέσαι. ἀπ´ ἐκείνου γὰρ τοὺς τεμνομένους τὰ αἰδοῖα γάλλους καλοῦσι…