λέγεται ἀπὸ Πάρου τοῦ Παρρασίου ἀνδρὸς Ἀρκάδος ἔχειν ὡς Καλλίμαχος. Νικάνωρ δὲ ἐν ταῖς μετονομασίαις κεκλῆσθαί φησιν Πακτίαν Δημητριάδα Ζάκυνθον Ὑρίαν Ὑλήεσσαν καὶ Μινῴαν καὶ Κάβαρνιν. ἔστι δὲ καὶ ἄλλη Πάρος νῆσος Λιβυρνῶν, ὥς φησι Σκύμνος ὁ Χῖος ἐν πρώτῳ περιηγήσεως. Κλάρος. Νίκανδρος (Ther. 958) μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρος νιφόεσσα πολίχνη. γάρος. Αἰσχύλος Πρωτεῖ σατυρικῷ καὶ τὸν ἰχθύων γάρον· σπάρος, σκάρος καὶ Σκάρος πόλις Λυκίας καὶ τὸ ἐθνικὸν ὁμοίως. ἔστι δὲ καὶ κρήνη ἱερά. Τμάρος ὁ Τόμαρος ὄρος Δωδώνης. τὸ δὲ βᾶρος καὶ ᾿Ρᾶρος παρ´ Ἀττικοῖς κατὰ χρόνον σημειώδη. τὸ δὲ κλᾶρός ἐστι Δωρικόν. τὰ μέντοι ἐπίθετα ὀξύνεται, μναρός ὁ ἡδὺς, λαρός ὁ γλυκύς «λαρὸς ἄμης», ἔνθεν τὸ οὐδέτερον «λαρὸν τετυκοίμεθα δόρπον» (Od. μ 283). ψαρός, ναρός, ἔνθεν θηλυκὸν παρὰ Σοφοκλεῖ ἐν Ἰνάχῳ σατυρικῷ ναράς τε πατρὸς κυμάτων ἐπιρροὰς ἐπώμοσα. Τὰ εἰς 'ηρος' δισύλλαβα κύρια ὄντα βαρύνεται, Σῆρος, Τρῆρος χωρίον Θρᾴκης, Δρῆρος πόλις Κρητική. τὰ δὲ προσηγορικά, εἰ μὴ ἀπὸ συμφώνων ἄρχοιντο, ὀξύνεται, κηρός, φηρός ἡ τροφὴ τῶν θεῶν, μηρός. τὸ μέντοι κλῆρος βαρύνεται ὡς ἀπὸ δύο συμφώνων ἀρξάμενον. Τὰ εἰς 'ηρος' δισύλλαβα ἐπιθετικὰ ὄντα μετὰ θηλυκῶν, εἰ μὲν ἀπὸ ἡμιφώνου ἄρχοιτο, ὀξύνεται, σκληρός, ξηρός. καὶ τὸ πηρός δὲ ὀξύνεται παρὰ τῷ ποιητῇ, παρὰ δὲ τοῖς Ἀττικοῖς πῆρος. ὑγιεστέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἐπεὶ τὰ εἰς 'ος' δισύλλαβα, εἰ ἔχοι τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ 'π' καὶ τὸ 'η' ὀξύνονται οἷον πηός, πηλός. οὕτως καὶ πηρός. τὸ δὲ λῆρος μονογενές. Τὰ εἰς 'ρος' δισύλλαβα παραληγόμενα τῷ 'ι' κύρια ὄντα βαρύνεται,
Pending translation