Ἶρος τὸ κύριον καὶ πόλις Θεσσαλίας. Λυκόφρων «Ἶρόν τε Τραχῖνα καὶ Περραιβικήν» (v. 905), Πῖρος, Τίρος, Σκίρος τὸ κύριον. ἔστι δὲ ἥρως, ἀφ´ οὗ Σκίρον τόπος Ἀττικός, καὶ Ἀρκαδίας κατοικία πλησίον Μαιναλέων καὶ Παρρασίων. εἰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ εἴη, ὀξύνεται, ἱρός ὁ ἱερός, λιρός ὁ ἀναιδής, σιρός τὸ προσηγορικὸν ὁ κατώγειος οἶκος. Τὰ εἰς 'ρος' δισύλλαβα παραληγόμενα τῷ 'ο' βαρύνεται, ὁπότε γίνεται ἀπὸ τῶν παραληγομένων τῷ 'ε' ἢ 'ει' ἢ 'αι' διφθόγγῳ ῥημάτων, εἰ μή τις διαστολὴ γένοιτο, σπόρος, ὅτι σπείρω, πτόρος ὁ πταρμός, ὅτι πταίρω, φθόρος ὅτι φθείρω, μόρος ὅτι μείρω, κόρος ὅτι κείρω, φόρος ὅτι φέρω, φορός δὲ ὁ ἄνεμος ὀξυτόνως, ὅρος, εἴρω γάρ, ὀρός δὲ τὸ ἀφυλιζόμενον τοῦ γάλακτος. τὸ δὲ ὄρρος βαρυτόνως καὶ κατὰ τὴν διάλεκτον καὶ τῷ λόγῳ· τὰ γὰρ εἰς 'ος' μονογενῆ δισύλλαβα τῷ 'ο' παραληγόμενα ἢ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὶς τὸ αὐτὸ σύμφωνον βαρύνεται, κόννος, κόκκος, κόττος, ὄσσος· οὕτως ἄρα καὶ ὄρρος· τὸ μέντοι βορός ὁ πολλὰ ἐσθίων καὶ τὸ χορός καὶ σορός ὁ τάφος καὶ τορός ὀξύνονται· οὐ γὰρ γίνονται ἀπὸ τοιούτων ῥημάτων, ἀλλὰ τὸ βορός ἀπὸ τοῦ βρῶ βρώσω βρώσκω, καὶ τὸ χορός ἀπὸ τοῦ χωρῶ, χῶρος, χορός τροπῇ τοῦ 'ω' εἰς 'ο', καὶ τὸ σορός ἀπὸ τοῦ σωρεύω σωρεός σωρός ἀρσενικῶς καὶ σορός θηλυκῶς καὶ τὸ τορός δὲ ἀπὸ τοῦ τρῶ. σεσημείωται τὸ δορός ὁ δεδαρμένος, εἰ καὶ ἐκ τοῦ δείρω γίνεται.
Pending translation