572). δημότερος συγκριτικὸν οὐκ ἀποκοπῇ, ἀλλ´ ἐκ τοῦ ἐπιθετικοῦ τοῦ «δῆμον ἐόντα παρὲξ ἀγορευέμεν» (Il. Μ 213), βασιλεύτερος. τούτοις ἠκολούθησε καὶ τὸ κασσίτερος, εἰ καὶ προσηγορικόν. τὸ δὲ περιστερός ὀξύνεται. τὸ μέντοι ἀριστερός ὀξύνεται ὡς διὰ τοῦ 'ερος' καὶ δεξιτερός. τὸ δὲ ἀμφότερος ἐπιθετικόν, τὸ δὲ Ἀμφοτερός ὡς κύριον ὀξύνεται. * Τὰ εἰς 'ερος' ὑπερδισύλλαβα μονογενῆ ἢ κύρια βαρύνεται, Τέρμερος, ἀφ´ οὗ Τέρμερα πόλις Λυκίας, Σύβερος πόλις Ἰλλυρίδος, Ὤλερος Κρητικὴ πόλις, περὶ ἧς Ξενίων ἐν Κρητικοῖς φησι «πορρωτέρω δὲ τῆς Ἱεραπύτνης Ὤλερος ἦν ἡ πόλις ἐφ´ ὑψηλοῦ μὲν ᾠκισμένη τόπου». ἵμερος παρὰ τὸ ἵημι καὶ ἵεσθαι «ἵετο γὰρ βαλέειν» (Π 383 et 866) ὁ ποθῶν γὰρ ἵεται ἐπὶ τὸ ποθούμενον. Τὰ διὰ τοῦ 'ερος' τριγενῆ ὄντα καὶ τριβράχεα ὀξύνεται, χωρὶς εἰ μὴ ἔχοι τὸ 'τ' πρὸ τοῦ 'ε', γοερός, νοερός, ψογερός, δροσερός, τρυφερός, βλαβερός, φανερός, ἱερός, σφαλερός, δολερός, χλοερός, νοσερός, σταθερός, πενθερός. τὸ δὲ ἥμερος τὴν πρὸ τέλους τρίτην μακρὰν ἔχει. ᾧ ἠκολούθησε καὶ τὸ ἐλεύθερος. τὸ δὲ πότερος, ἕτερος ἔχει τὸ 'τ' πρὸ τοῦ 'ε'. Τὰ διὰ τοῦ 'ηρος' ὑπὲρ δύο συλλαβὰς εἴτε κύρια εἴτε προσηγορικὰ εἴτε ἐπίθετα μὴ ἔχοντα κατ´ ἰδίαν θηλυκὰ προπαροξύνεται, ὅμηρος, σίδηρος. Φάληρος· Ἄβδηρος ὄνομα τόπου. Ἄηρος πόλις Κρητική, Ἄνδηρος, Ἴβηρος ἀπὸ τῆς Ἴβηρος γενικῆς παραχθέν «αὐτὸς Ἴβηρος τραγοπώγων» ἐν Μαλθακοῖς Κρατίνου. καὶ Ἀπολλώνιος μὲν ἐν τοῖς παρωνύμοις φησίν «ἀπὸ γενικῶν εὐθεῖαι παράγονται, τῶν μὲν ὑπὲρ δύο συλλαβὰς ὁμοίως τῇ εὐθείᾳ κατὰ τὸν τόνον προπαροξυνόμεναι, καὶ ἐν ἁπλῷ σχήματι ἢ ἐν συνθέτῳ. ἁπλοῦν μὲν οὖν μάρτυρ μάρτυρος ὁ μάρτυρος, Χάροψ Χάροπος ὁ Χάροπος »Χαρόποιο τ´ ἄνακτος« (Il. Β 672), Τροίζην Τροίζηνος ὁ Τροίζηνος »υἱὸς Τροιζήνοιο« (Il. Β 847). Ἴβηρ Ἴβηρος ὁ Ἴβηρος». τὸ αὐτὸ καὶ Ἅβρων ἐν παρωνύμοις φησίν. ἀλλὰ τὰ παρὰ γενικῆς ἀναπεμφθέντα κατὰ τὸν τόνον συνεξομοιοῦνται τῷ χαρακτῆρι τῆς εὐθείας. τὸ γὰρ φυλακός προσηγορικὸν ὀξύνεται τῷ χαρακτῆρι τῶν εἰς 'ακος' ὑπερδισυλλάβων προσηγορικῶν,
Pending translation